τὸ ζητούμενον.
σθαι καὶ ταῦ|τα αὐτὰ αἰτούμενοι ἀλλ’ οὐ διὰ συλλογισμοῦ δεικνύντες τὸ 2 3 εἶναι τοῦτο τὸν ἄνθρωπον ἢ ὅ τι ἄν ᾖ τὸ ὁριζόμενον ὑπ’ αὐτῶν, τὸ ἐκ τῶν 4 οὕτως εἰλημμένων ἠθροισμένον, οὐ δεικνύουσι συλλογιστικῶς οὐδ’, ὅτι ἀναγκαῖον οὕτως ἔχειν. οὐ γὰρ εἰ κατά τινος τὸ ζῷον ἀληθὲς καὶ τὸ θνητόν, ἤδη καὶ τὸ ὅλον ὡς ἕν· δεῖται γάρ τινος τοῦτο διορισμοῦ, πότε
ἓν συντεθέντα τὰ χωρὶς κατηγορούμενα καὶ πότε οὔ. οὔτε γὰρ ἐπὶ πάντων ἀληθὲς οὔτε, ἐφ’ ὧν ἀληθές, ἤδη καὶ ἕν. ὅπερ ὁ μὴ διαστειλάμενος καὶ τοῦτο, εἰ καὶ ἀληθές ἐστι, προχείρως λαμβάνει. ὅτι γὰρ τὰ ληφθέντα οὕτως καὶ συντεθέντα τοῦτον τὸν τρόπον ἢ ὡς ἓν κατηγορεῖται ἢ ὡς ὁρισμός ἐστιν ἀνθρώπου ἢ ἄλλου τινός, ὃ προτίθενται ὁρίσασθαι, οὔτε σαφῶς λέγουσιν
οὔθ’ ὡς ἀναγκαῖον ὂν ἐκ τῶν κειμένων τοῦτ’ εἶναι τὸν ὁρισμὸν τοῦ
προκειμένου δεικνύουσι τῷ μήτε ἀναγκαῖον εἶναι τὰ ἰδίᾳ ὑπάρχοντά τινι ταῦτα καὶ συντεθέντα ἀληθεύεσθαι κατ’ αὐτοῦ, ὡς ἐπὶ τοῦ σκυτέως τοῦ ἀγαθοῦ ἐν τῷ Περὶ ἑρμηνείας ἐδείχθη, μήτε, εἰ καὶ ὑπάρχοι πάντα ἅμα τῷ ὑποκειμένῳ τὰ κατ’ ἰδίαν ληφθέντα, ἤδη γνώριμον εἶναι, ὅτι ὁρισμός
ἐστι τοῦ ὑποκειμένου ταῦτα τὰ συντεθέντα. οὐδὲν γὰρ ἡ μέθοδος εἰς τὴν
τούτων δεῖξιν συντελεῖ· καὶ γὰρ εἰ τὸ πάντα ὑπάρχειν ἀκολουθεῖ τῷ εἶναι ἐκ τῆς τοῦ εἰλημμένου διαιρέσεως ἕκαστον τῶν προσλαμβανομένων, ἀλλ’ ὅτι γε ὁρισμὸς ταῦτα, οὐ δεικνύουσιν, ὅπερ ὡς ποιήσοντες ἦλθον ἐπὶ τὸ διαιρεῖν.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.