τε καὶ ἐφόδῳ χρωμένους συνάγειν, προσχρωμένους μέντοι πρὸς τοῖς κειμένοις ἤδη καὶ εἰρημένοις ὑποθέσει τινί. τὰ γὰρ καθόλου καταφατικὰ καὶ ἀποφατικὰ ὅπως μὲν συνήγετο, εἴρηται· ληφθέντος γὰρ τοῦ Γ τῷ Z ταὐτοῦ
καθόλου τὸ Α τῷ E ἐδείκνυτο ὑπάρχειν· πάλιν δ’ αὖ ληφθέντος ἢ τοῦ Δ τῷ Ζ ταὐτοῦ ἢ τοῦ Β τῷ Θ τὸ καθόλου ἀποφατικόν. φησὶ δὴ τὰ αὐτὰ
δυνήσεσθαι συναγόμενα δείκνυσθαι καὶ ἄλλως, τὸ μὲν καθόλου καταφατικόν, ἄν τὸ Γ τῷ Η, ᾧ εἵπετο τὸ E, ταὐτὸν ληφθῇ , δι’ ὧν συνήγετο τὸ ἐπὶ μέρους καταφατικόν. εἰ γὰρ ἐπιβλέψαιμεν τὰ καθ’ ἕκαστα καὶ εὕροιμεν
μόνῳ τῷ H τὸ E ἑπόμενον καὶ μηδενὶ ἄλλῳ, οἷον εἰ εἴη τὸ μὲν Η ἄνθρωπος τὸ δὲ E γελαστικόν, ἐπεὶ μόνῳ τῷ Η τὸ E ἕπεται, ἂν λάβωμεν
αὐτὸ ὡς μόνῳ ἑπόμενον, καὶ τὸ Α παντὶ τῷ E ὑπάρξει. ὑπάρχει μὲν γὰρ τὸ Α παντὶ τῷ Γ· ἕπεται γὰρ αὐτῷ · καὶ τῷ Η ἄρα· ταὐτὸν γάρ ἐστι τὸ Γ τῷ Η· ἀλλ’ εἰ τῷ Η μόνῳ τὸ E ἕπεται, καὶ ἀντιστρέψει καὶ
τῷ E τὸ Η ἀκολουθήσει καὶ ἕξει τὴν τοῦ Z χώραν· εἰ δὲ ἀκολουθεῖ αὐτῷ, κατὰ παντὸς αὐτοῦ κατηγορηθήσεται· ὥστε καὶ τὸ Α τοῦ E παντός. ἐξ ὑποθέσεως οὖν ἐκ τῶν Γ, Η τῶν αὐτῶν ληφθέντων τὸ καθόλου συναχθήσεται·
ἄν γὰρ τῷ Η μόνῳ ἕπηται τὸ E, ἄλλως δὲ οὔ. τὰ δὲ ἴδια καὶ οἱ ὁρισμοὶ ἑκάστου, ὥσπερ προείρηται, ἐπ’ ἴσης ὄντα τῷ πράγματι δύναται
καὶ ἐν τοῖς ἑπομένοις αὐτοῖς τίθεσθαι καὶ ἐν τοῖς, οἷς ἕπεται αὐτά.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.