ἡ μὲν δεικτικὴ δεῖξις ἀνυπόθετος ἡ δὲ δι’ ἀδυνάτου ὑποθετική, καὶ ἐν μὲν τῇ δεικτικῇ οὔπω τὸ συμπέρασμα γνώριμον πρὸ τοῦ ληφθῆναι τὰς δεικτικὰς αὐτοῦ προτάσεις διότι γὰρ ἄδηλόν ἐστι, δείκνυται), ἐν δὲ τῇ
εἰς ἀδύνατον ἀπαγωγῇ πρὸ τῆς δείξεως δῆλον, διότι καὶ τὸ ἀντικείμενον αὐτοῦ ὑποθέμενος ἐπί τι φανερὸν ἄγει ψεῦδος, καὶ ἡ μὲν δεικτικὴ συνάγει
τοῦτο, ὃ βούλεται, ἡ δ’ εἰς ἀδύνατον ἄλλο μὲν συνάγει, ἄλλο δὲ δεῖξαι βούλεται. περὶ μὲν οὖν τούτων ὕστερον ἐρεῖν ἐπαγγέλλεται, νῦν δὲ ἐκ τῶν εἰρημένων γνώριμόν φησιν εἶναι, ὅτι δεῖ εἰς ταὐτὰ βλέπειν, τά τε
ἑπόμενα δῆλον· ὅτι τοῖς ὅροις τοῖς τοῦ προβλήματος καὶ οἷς ἕπονται αὐτοὶ καὶ εἰς τὰ μὴ ἐνδεχόμενα αὐτοῖς ὑπάρχειν, ἄν τε δεικτικῶς τις βούληται
συνάγειν ἄν τε δι’ ἀδυνάτου· διὰ γὰρ τῶν αὐτῶν ἐπιβλέψεων ἀμφοτέροις τοῖς τρόποις ἡ τῶν δείξεων εὐπορία.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.