ἐξ αὐτῶν γένοιτο· τοῦτον γὰρ μέσον ὅρον λαβόντες δείκνυμεν τὸ Α τῷ E παντὶ ὑπάρχον διὰ προτάσεων | δύο καθόλου καταφατικῶν ἐν πρώτῳ 2 σχήματι. πάλιν δ’ αὖ, ἄν τινὶ δεικνύωμεν τὸ Α τῷ E, λαμβάνομεν τὸ Γ καὶ Η ταὐτά, οἷς εἵπετο τὸ Α καὶ τὸ Ε· ἐὰν γὰρ ἕνα ὅρον ταῦτα ποιήσωμεν καὶ θῶμεν μέσον, συνάγεται τὸ Α τῷ E τινὶ ὑπάρχον διὰ τοῦ τεθέντος
μέσου ἐν τρίτῳ σχήματι. ὅταν δὲ δεικνύωμεν τὸ Α τῷ E μηδενί, πάλιν
λαμβάνομεν τὸ Δ καὶ τὸ Ζ ταὐτὰ καὶ ἐξ αὐτῶν ἕνα ποιοῦμεν ὅρον τὸν μέσον. γίνεται δὲ ἡ δεῖξις τούτου οὕτως ληφθέντος καὶ ἐν τῷ πρώτῳ σχήματι καὶ ἐν τῷ δευτέρῳ, καὶ ἐν μὲν τῷ πρώτῳ, ἄν λάβωμεν, ἐπεὶ τὸ Z ταὐτὸν ἂν] τῷ Δ, ὃ οὐδενὶ ὑπάρχει τῷ Α, καὶ τὸ Α τῷ Z μηδενί
ἀντιστρέφει γὰρ ἡ καθόλου ἀποφατική), τὸ δέ γε Z παντὶ τῷ E εἵπετο γὰρ αὐτῷ), ἐν δὲ τῷ μέσῳ σχήματι, ὅτι τὸ Δ, ὅ ἐστι ταὐτὸν τῷ Z, τῷ
μὲν Α οὐδενὶ ὑπάρχει τῷ δὲ E παντί. οὐκέτι δὲ ἐνταῦθα τῆς ἑτέρας ἐκλογῆς ἐμνημόνευσε, καθ’ ἣν ἐν δευτέρῳ σχήματι μόνον ἡ συναγωγὴ γίνεται, εἰ τῶν Β τῶν ἑπομένων τῷ Α ταὐτόν
ἐξ αὐτῶν ἐν τρίτῳ σχήματι διὰ δύο προτάσεων συνάγομεν τὸ ἐπὶ μέρους
ἀποφατικόν· τὸ μὲν γὰρ Α οὐδενὶ τῷ Δ, ὅ ἐστι ταὐτὸν τῷ Η, τὸ δὲ E παντὶ τῷ Η, ὅ ἐστι ταὐτὸν τῷ Δ.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.