πρῶτον μὲν οὖν εἶπεν, ὅτι μὴ δεῖ ἐκλέγειν τὰ πᾶσιν ἑπόμενα. νῦν δέ φησιν, ὅτι ἀλλ’ οὐδὲ τῶν ἐκλελεγμένων, ἃ ἐδόκει ἀλλήλων διαφέρειν,
ληπτέον τινὰ τῶν ἀμφοτέροις ἑπομένων ὡς ἕνα ποιήσοντας ὅρον ἐξ αὐτῶν· καὶ γὰρ οὕτως γίνεται τὸ δεύτερον σχῆμα ἔχον τὰς δύο καταφατικάς. 2 ἀλλ’ οὐδὲ τῶν Γ τι λαβόντας τούτοις γὰρ ἕπεται τὸ A) συγκριτέον τῶν Θ 3 τινί, ἃ οὐχ ὑπῆρχε τῷ · ἔσται γὰρ οὕτως τὸ πρῶτον σχῆμα τὴν ἐλάττονα πρότασιν ἀποφατικὴν ἔχον · ἔσται γὰρ τὸ μὲν Α παντὶ τῷ Γ, ὃ
ἦν τὸ Θ, τὸ δὲ Θ, ὃ ἦν τὸ Γ, οὐδενὶ τῷ E. ἄν γὰρ ἀντιστρέψαντες
ἀμφοτέρας λάβωμεν, τὸ E τῷ Θ οὐδενί, τοῦτ’ ἔστι τῷ Γ, τὸ δὲ Γ τινὶ τῷ Α, συναχθήσεται μὲν | τὸ E τινὶ τῷ Α μὴ ὑπάρχειν, ἀλλ’ οὐ τὸ προκείμενον 4 ἔτι τῷ μὴ ἀντιστρέφειν τὸ ἐπὶ μέρους ἀποφατικόν. κἄν ἐν τρίτῳ δὲ σχήματι τὴν συμπλοκὴν ποιήσῃ, καὶ οὕτως ἀσυλλόγιστος ἡ συμπλοκή · γίνεται γὰρ ἐν αὐτῇ ἡ ἐλάττων ἀποφατική · τὸ μὲν γὰρ Α κατὰ παντὸς τοῦ Θ,
εἴ γε καὶ κατὰ παντὸς τοῦ Γ, ᾧ ταὐτόν ἐστι τὸ Θ, τὸ δὲ· E κατ’ οὐδενὸς
τοῦ Θ. ἀλλ’ οὐδὲ τῶν ἑκατέροις μὴ ὑπαρχόντων τινὰ ταὐτὰ ἀλλήλοις ληπτέον, οἷον τῶν Δ τι καὶ τῶν Θ· ἀμφότεραι γὰρ ἔσονται αἱ προτάσεις ἀποφατικαί, ἢ ἐν τῷ πρώτῳ σχήματι, εἰ ἀντιστρέψαιμεν τὴν Δ Α. ἥ ἐστιν ἴση τῇ Θ Α, ἵνα ληφθῇ τὸ Α μηδενὶ τῷ Θ, τὸ δὲ Θ μηδενὶ τῷ E , ἢ
ἐν τῷ μέσῳ σχήματι, εἰ εἴη τὸ Δ, ὅ ἐστι ταὐτὸν τῷ Θ, μήτε τῷ Α μήτε τῷ E ὑπάρχον.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.