εντι τῶν προβλημάτων, τοῦ μὲν ὑποκειμένου ὅρου, ᾧ δεῖ τινὶ μὴ ὑπάρχειν τι δειχθῆναι οὗτος δέ ἐστιν ἡ ἡδονή), ληπτέον τι ἐξ ἐκείνων, οἷς ἕπεται ἡ 2 ἡδονή (ταῦτα δ’ ἐστὶ τά, ἐφ’ ὧν τὸ Η), τοῦ δὲ κατηγορουμένου, ὃ βουλόμεθα δεῖξαι τινὶ μὴ ὑπάρχον τῷ ὑποκειμένῳ (τοῦτο δέ ἐστι τὸ ἀγαθόν), ἐκ τῶν. ἃ μὴ ἐνδέχεται [μὴ] ὑπάρχειν αὐτῷ· ταῦτα δ’ ἐστίν, ἐφ’ ὧν τὸ Δ.
εἰλήφθω ἐκ μὲν τῶν Δ τὸ ἀλυσιτελές ἐκ δὲ τῶν Η τὸ ἄπονον· ἔσονται
ἐν τρίτῳ σχήματι προτάσεις ῾ οὐδὲν ἀλυσιτελές, τοῦτ’ ἔστιν ἄπονον, ἀγαθόν, πᾶν ἄπονον, τ·οῦτ’ ἔστιν ἀλυσιτελές, ἡδύ· τὶς ἄρα ἡδονὴ οὐκ ἔστιν ἀγαθόν. ἀντιστραφεῖσα γὰρ ἡ καθόλου καταφατικὴ ἐπὶ μέρους καταφατικὴ γίνεται ἡ ῾ πᾶν ἄπονον ἡδύ᾿· τὶ γὰρ ἡδὺ ἄπονον, οὐδὲν δὲ ἄπονον ἀγαθόν ἐν
πρώτῳ σχηματι.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.