Δ τι, ἃ ἦν μὴ ὑπάρχοντα τῷ Α, ταὐτόν τινι ληφθείη τῶν Η, οἷς εἴπετο τὸ E. τὸ γὰρ Α τῷ Η οὐδενί, ὅτι οὐδὲ τῷ Δ, ταὐτὸν δὲ τὸ Δ τῷ Η· τὸ δέ γε E παντὶ τῷ Η· ἐξ ὧν ἐν τρίτῳ σχήματι συνάγεται τὸ Α τινὶ τῷ E μὴ ὑπάρχον. ἐπεὶ γὰρ ἕπεται τῷ Η τὸ E καὶ περιέχει αὐτὸ καὶ ὢ κατὰ παντὸς λέγεται τὸ E τοῦ Η, καὶ ἀντιστρέψαντι ἀληθὲς ἔσται τὸ ’H
τινὶ τῷ E ὑπάρχει᾿· ἀντιστρέφει γὰρ ἡ ἐπὶ μέρους καταφατικὴ τῇ καθό- 2 λοῦ· οὕτως δὲ ἐχουσῶν τῶν προτάσεων συνάγεται τὸ τὸ Α τινὶ τῷ E μὴ 3 ὑπάρχειν ἐν πρώτῳ σχήματι.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.