ἕπεται δὲ τὸ μὲν ἀγαθὸν τοῖς, ἐφ’ ὧν τὸ Γ, ἡ δὲ ἡδονὴ τοῖς, ἐφ’ ὧν τὸ Η· ἐν τούτοις δὴ ἄν ληφθῇ τινα ταὐτὰ ἀλλήλοις, ἔσται δεικνύμενον
δι’ αὐτῶν, ὅτι τις ἡδονὴ ἀγαθόν, ἐν τρίτῳ σχήματι. εἰλήφθω γὰρ ἔκ τε τῶν Γ, οἷς ἕπεται τὸ ἀγαθόν, ἡ ‟κατ᾿ ἀρετὴν ἐνέργεια” καὶ ἐκ τῶν Η τῶν, οἷς ἕπεται ἡδονή, ὁμοίως ἡ ‟κατ᾿ ἀρετὴν ἐνέργεια”, καὶ ὁ μέσος ὅρος
ἔστω. ἔσται δὴ ἐν τρίτῳ σχήματι ῾ πᾶσα ‟κατ᾿ ἀρετὴν ἐνέργεια” ἡδονή, πᾶσα ‟κατ᾿ ἀρετὴν ἐνέργεια” ἀγαθόν᾿· ἐξ ὧν ἐν τρίτῳ σχήματι συναχθήσεται τὸ ‘τὶς ἡδονὴ ἀγαθόν᾿. ἀντιστραφείσης γὰρ τῆς ῾ πᾶσα ‟κατ᾿ ἀρετὴν ἀνέργεια” ἡδονή᾿ καὶ γινομένης ἐπὶ μέρους καταφατικῆς τῆς ὅτι τις ἡδονὴ
‟ἐνέργεια κατ’ ἀρετήν”, κειμένου δὲ καὶ τοῦ πᾶσαν ἐνέργειαν κατ’
ἀρετὴν εἶναι ἀγαθὸν συνάγεται τὸ τινὰ ἡδονὴν ἀγαθὸν εἶναι ἐν πρώτῳ σχήματι·
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.