καὶ διὰ προτάσεων δύο γίνεται, καὶ τοῦτο δέδεικται, καὶ ὅτι αἱ προτάσεις 2 καθ’ ἕκαστον σχῆμα πρὸς ἀλλήλας ὧδέ πως λαμβανόμεναι, ὡς εἶπε, 3 ποιοῦσι συλλογισμόν. ἀλλὰ καὶ ποῖον πρόβλημα ἐν πᾶσίν ἐστι τοῖς σχήμασιν ὅτι γὰρ τὸ ἐπὶ μέρους ἀποφατικόν), καὶ ποῖον ἐν δύο ὅτι γὰρ τὸ
ἐπὶ μέρους καταφατικόν· ἐν γὰρ πρώτῳ καὶ τρίτῳ· καὶ τὸ καθόλου ἀποφατικὸν
ἐν τῷ πρώτῳ καὶ δευτέρῳ), καὶ ποῖον ἐν ἑνὶ μόνῳ ὅτι τὸ καθόλου καταφατικόν· ἐν γὰρ τῷ πρώτῳ μόνῳ), ταῦτα πάντα ἐκ τῶν προειρημένων γνώριμά τε καὶ δῆλα. |
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.