ἔσονται ἐν παντὶ συλλογισμῷ προτάσεις μὲν δύο τὸ γὰρ ἄρτιοι τῶν δύο σημαντικὸν εἴληφε πάλιν) ὅροι δὲ περιττοί· τρεῖς γὰρ ἐδείχθησαν ὄντες, ἐξ
ὧν αἱ προσεχεῖς προτάσεις. ὅτι δὲ τὰ τρία τῶν δύο ἑνὶ ὑπερέχει, δῆλον. ἀλλὰ καὶ ὅτι τὰ συμπεράσματα ἡμίση τῶν προτάσενω τῶν προσεχῶς
δεικτικῶν, δῆλον· δύο μὲν γὰρ αἱ προτάσεις, ἓν δὲ τὸ ἐξ αὐτῶν συμπέρασμα. ὁ γὰρ λαβὼν τὸ Α κατὰ τοῦ Β, τὸ Β κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ καὶ συμπερανάμενος ‘τὸ Α ἄρα κατὰ τοῦ Δ’ οὐ διὰ κυρίων οὐδὲ διὰ προσεχῶν
προτάσεων ἔδειξε τὸ συμπέρασμα· κύριαι γὰρ καὶ προσεχεῖς ἡ ῾ τὸ Α κατὰ τοῦ Γ’ καὶ ῾ τὸ Γ κατὰ τοῦ Δ’, αἱ δὲ Α Β καὶ Β Γ δεικτικαὶ προσεχῶς
τοῦ Α Γ, ὃ συμπέρασμα τούτων ὂν πρότασις προσεχῶς γίνεται δεικτικὴ πρότασις] τοῦ Α Δ συμπεράσματος.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.