ἐπεὶ ἀληθὲς τὸ συμπέρασμα, πάντως καὶ αἰ προτάσεις ἢ ἀμφότεραι ἀληθεῖς ἢ <ἡ> ἑτέρα· καὶ γὰρ ἐξ ἀμφοτέρων ψευδῶν ἀληθές ποτε ὡς δείξει. καὶ διὰ τοῦτο εἶπε τὸ ἐπισκέψασθαι δεῖν καὶ τὰς ἄλλας κατηγορίας ὑπὲρ τοῦ γνῶναι, ἐπὶ τίνων οὕτως ἔχειν ἀνάγκη· οὐ γὰρ ἐπὶ πάντων ὁμοίως ἔχει. δεήσει δέ, καὶ εἰ ἔνδοξον τὸ συμπέρασμα ἢ ἄδοξον,
καὶ τῶν προτάσεων ἡ τινὰ ἢ τινὰς οὕτως ἔχειν. καὶ εἰ ἄδηλον τὸ συμπέρασμα, καὶ τῶν προτάσεων τις ἄδηλος ἔσται· εἰ γάρ τις συλλογίζοιτο καὶ συνάγοι ἀρτίους εἶναι τοὺς ἀστέρας διὰ τοῦ τὰ ἡμισφαίρια ἐξ ἴσων ἀστέρων κατ’ ἀριθμὸν εἶναι, ἄδηλον δι’ ἀδήλου συνάξει. ἀλλὰ καὶ εἰ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον ἐνδεχομένου ἢ τοῦ κατὰ φύσιν ἢ τοῦ κατὰ προαίρεσιν τὸ συμπέρασμα,
οὕτω τις καὶ τῶν προτάσεων ἕξει ἢ καὶ ἀμφότεραι. λέγοι δ’
ἄν κατηγορίας καὶ τὰς κατὰ γένη· εἰ γὰρ ἐν τῷ ποιῷ τὸ δεικνύμενόν τε καὶ συμπεραινόμενον. δεῖ | καὶ πρότασίν τινα τοιαύτην εἰλῆφθαι· ὁμοίως, 90v εἰ ποσὸν ἢ πρός τι. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.