ὄντος τοῦ Α τὸ Β ἔσται δεῖ ὑπολαβεῖν· οὐ γάρ ἐστιν οὐδὲν ἐξ ἀνάγκης ἑνός τινος ὄντος, ἀλλὰ δυοῖν ἐλαχίστοιν.
αὐτοῦ ὕπαρξιν ὁμοίαν μεταφέρει τὸ καθόλου δεδειγμένον ἐπὶ τὴν
συλλογιστικὴν ἀκολουθίαν, οὗ χάριν καὶ τὴν δεῖξιν ἐποιήσατο. καὶ εἴη ἄν δυνάμει τὸ λεγόμενον τοιοῦτο· δεῖ μὴ μόνον ὡς ἐπὶ τῶν ἁπλῶν ἀκολουθήσεων εἰρημένον λαμβάνειν τοῦτο, ἀλλὰ καὶ ἐπὶ τῶν κατὰ συλλογισμὸν γινομένων· καὶ γὰρ ἐν τούτοις ἀκολουθεῖ τὸ συμπέρασμα ταῖς προτάσεσιν· εἰ γὰρ αἱ προτάσεις, καὶ τὸ συμπέρασμα, ὥστε καὶ δυνατῶν οὐσῶν καὶ (??)
δυνατὸν ἔσται, καθ’ ὃ ἄν σημαινόμενον τοῦ δυνατοῦ λαμβάνωνται. ἂν δὴ
ἀντὶ μὲν τῶν προτάσεων ληφθῇ τὸ Α ἀντὶ δὲ τοῦ συμπεράσματος τὸ Β, 2 εἴη ἄν ἡ προειρημένη δεῖξις ἁρμόζουσα καὶ ταῖς τοιαύταις ἀκολουθίαις. 3 τὸ δὲ οὐ γάρ ἐστιν οὐδὲν ἐξ ἀνάγκης ἑνός τινος ὄντος δεῖ καὶ αὐτὸ ἀκοῦσαι, ὅτι συλλογιστικῶς· οὕτως γὰρ οὐκ ἔστιν ἐξ ἀνάγκης. τὸ δὲ ὥσπερ οὖν εἴ τις θείη τὸ μὲν Α τὰς προτάσεις τὸ δὲ Β τὸ
συμπέρασμα ἴσον ἐστὶ τῷ ‘καὶ εἴ τις τὸ μὲν Α ἀντὶ τῶν προτάσεων λάβοι
τὸ δὲ Β συμπέρασμα᾿.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.