γίνεσθαι, ὑπομιμνήσκων ἡμᾶς, ὅτι καὶ ταῦτα ἐν τοῖς τρόποις τούτοις ὁμοίως
ἔχει. ἐπεὶ δὲ οὐκέτι δι’ ἀντιστροφῆς ἐδείκνυτο οὔτε ὁ τέταρτος ἐν δευτέρῳ σχήματι ὁ ἔχων τὴν ἐλάττονα ἐπὶ μέρους ἀποφατικὴν οὔτε ὁ ἕκτος ἐν τῷ τρίτῳ ὁ ἔχων τὴν μείζονα ἐπὶ μέρους ἀποφατικὴν ἐν τοῖς ἐξ ὑπαρχουσῶν προτάσεων συλλογισμοῖς ἀλλὰ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, οὐκέτι ἐπὶ
τούτων ὁμοίᾳ τῇ δείξει χρώμενος ἐπὶ τῶν ἀναγκαίων προτάσεων, ὡς ἔσται
δῆλον, προσέθηκε τὸ “σχεδὸν ὁμοίως”. τὰ μὲν γὰρ ἄλλα ὁμοίως δείκνυται· διὸ οὐδ’ ἐμνημόνευσεν αὐτῶν ἔτι· ἱκανὴν τὴν ἐπ’ ἐκείνων αὑτῷ διδασκαλίαν ἡγούμενος εἷναι καὶ πρὸς τὴν τούτων γνῶσιν. τούτων δὲ οὐχ ὁμοίως ἔτι 3 δεικνυμένων μνημονεύει διδάσκων ἡμᾶς, πῶς ἐπὶ τούτων χρὴ τὴν 4 ποιουμένους συλλογιστικοὺς αὐτοὺς δεικνύναι. οὐ χρῆται δὲ ἐπ’ αὐτῶν τῇ
εἰς ἀδύνατον ἀπαγωγῇ, ὡς ὅτε ἦσαν αἱ προτάσεις ὑπάρχουσαι, ὅτι τὸ ἀντικείμενον τῷ ἀναγκαίῳ ἐνδεχόμενόν ἐστιν. ἔστι δὲ ἐν ἀμφοτέροις τὸ δεικνύμενον
συμπέρασμα ἐπὶ μέρους ἀποφατικὸν ἀναγκαῖον, ᾧ ἀντίκειται τὸ ‘ἐνδέχεται παντί᾿· οὗ ὑποτεθέντος καὶ τῆς ἑτέρας προτάσεως προσληφθείσης οὔσης ἀναγκαίας καθόλου καταφατικῆς γίνεται ἡ συμπλοκὴ αὕτη μικτὴ ἐξ
ἐνδεχομένης καθόλου καταφατικῆς καὶ ἀναγκαίας καθόλου καταφατικῆς. οὐδέπω δὲ γνώριμόν τι τὸ συναγόμενον ἐν ταῖς τοιαύταις μίξεσιν. ἔτι δὲ
ἀναγκαῖον πρῶτον εἰδέναι περὶ τῶν ἁπλῶν, εἶθ’ οὕτως περὶ τῶν συνθέτων. διὸ ἐκεῖνον μὲν τὸν τρόπον τῆς δείξεως ὡς ἀσαφῆ τε καὶ διὰ τῶν ὑστέρων γινόμενον παραιτεῖται. φησὶ δὲ ἐπ’ ἀμφοτέρων αὐτῶν.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.