τῷ τρίτῳ τῆς ἐλάττονος, ἢ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ἀλλὰ καὶ οἱ
δι’ ἀντιστροφῆς προτάσεως τελειούμενοι εἰς τὸ πρῶτον ἀνήγοντο σχῆμα καὶ οἱ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐδείκνυντο συνάγοντες τὸ προκείμενον τοῦ τῇ ὑποτεθείσῃ προτάσει ἀκολουθοῦντος ἀδυνάτου ἐν τῷ πρώτῳ δεικνυμένου σχήματι. δεικτικῶς δὲ εἶπε δείκνυσθαι τοὺς δι’ ἀντιστροφῆς, ὅτι προηγουμένως τοῦ κειμένου ἡ δεῖξις ἐν τούτοις γίνεται ἀντιστροφῆς γινομένης.
τῷ δ’ ὅτι διὰ τῆς ἀντιστροφῆς ἐπεραίνοντο πάντες δεῖ προσυπακούειν τὸ ‘ὅσοι δεικτικῶς’· οὐ γὰρ | πάντες δι’ ἀντιστροφῆς. οἱ δὲ δι’ ἀδυνάτου ὑπόθεσιν λαβόντες ἄλλου τινὸς συλλογισμὸν καὶ δεῖξιν ποιοῦνται, ἀλλ’ οὐ τοῦ προκειμένου προηγουμένως, ἀλλὰ γίνεται τὸ προκείμενον ἐν αὐτοῖς δεικνύμενον κατὰ συμβεβηκός. ὅτι δὲ διὰ τοῦ πρώτου σχήματος
καὶ ἡ εἰς ἀδύνατον ἀπαγωγὴ γίνεται, ἐπί τε τῶν ἐν δευτέρῳ σχήματι
συλλογισμῶν καὶ ἐπὶ τῶν ἐν τρίτῳ ἔδειξεν, ἐπὶ μιᾶς συζυγίας τῶν ἐν τῷ τρίτῳ σχήματι τῆς δεικνυμένης καὶ δι’ ἀντιστροφῆς· ἔστι δ’ αὕτη ἡ ἐκ δύο καθόλου καταφατικῶν ἐπὶ μέρους καταφατικὸν συνάγουσα, ἡ δείκνυται μὲν οὖσα συλλογιστική, ὡς εἴπομεν, καὶ δι’ ἀντιστροφῆς, οὐ μὴν ἀλλὰ καὶ
διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. κειμένου γὰρ τοῦ Α καὶ τοὐ Β παντὶ τῷ Γ, τὸ Α γίνεται τινὶ τῷ Β· εἰ γὰρ μή, ὑποκείσθω τὸ ἀντικείμενον·
ἔστι δὲ τὸ Α οὐδενὶ τῷ Β· κεῖται δὲ καὶ τὸ Β παντὶ τῷ Γ· γέγονε συζυγία ἐν πρώτῳ σχήματι ἡ δευτέρα καθόλου ἀποφατικὸν συνάγουσα <τὸ Α> μηδενὶ τῷ Γ. ὃ ἐπεὶ ἀδύνατόν ἐστι (κεῖται γὰρ τὸ Α παντὶ τῷ Γ), ἀναιρεῖται
μὲν ἡ ὑπόθεσις, ᾗ τοῦτο ἠκολούθησεν, ἡ θεῖσα τὸ Α μηδενὶ τῷ Β, κατασκευάζεται δὲ τό ‘τινὶ ἄρα’. ὡς δὲ ἐπὶ τοῦ προκειμένου ἡ εἰς ἀδύνατον ἀπαγωγὴ διὰ τοὐ πρώτου γέγονε σχήματος, οὕτω καὶ ἐπὶ τῶν ἄλλων πάντων
γίνεται τῶν τε ἐν τῷ δευτέρῳ καὶ τῶν ἐν τῷ τρίτῳ. ὅτι δὲ ἡ δι’ 2 ἐκθέσεως δεῖξις ἦν αἰσθητικὴ καὶ οὐ συλλογιστική, δῆλον καὶ ἐκ τοῦ νῦν
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.