αὐτὴν τῇ τῶν ὅρων παραθέσει. τοῦ μὲν γὰρ παντὶ ὑπάρχειν ὅρους παρατίθεται ζῷον, ἄνθρωπον, ἄγριον· τὸ μὲν γὰρ ζῷον, ὅ ἐστι τὸ Π, τινὶ ἀγρίῳ ὑπάρχει, ὅ ἐστι τὸ Σ, ὁ δὲ ἄνθρωπος, ὅ ἐστι τὸ P, οὐδενὶ ἀγρίῳ, καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ· τοῦ δὲ μηδενὶ ζῷον, ἐπιστήμην, ἄγριον· πάλιν γὰρ τὸ μὲν ζῷον τινὶ ἀγρίῳ, ἡ δ’ ἐπιστήμη κειμένη ἐπὶ τοῦ P
οὐδενὶ ἀγρίῳ, καὶ τὸ ζῷον οὐδεμιᾷ ἐπιστήμῃ. αἰτία δὲ ἡ ἐλάττων οὖσα ἀποφατική.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.