συζυγίαν συλλογιστικὴν οὖσαν ἀντιστρέψας τὴν ἐλάττονα πρότασιν οὖσαν
ἐπὶ μέρους | καταφατικὴν καὶ ἀναγαγὼν τὴν συζυγίαν εἰς τὸν τρίτον ἀναπόδεικτον ἐν πρώτῳ σχήματι τὸν ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος. ταύτην ἡμεῖς τρίτην ἐτάξαμεν τὴν 2 συζυγίαν, ὅτι διὰ μιᾶς ἀντιστροφῆς τὸ προκείμενον φανερὸν γίνεταί τε καὶ 3 δείκνυται, οὐ διὰ δύο ὡς ἐπὶ τῆς πρὸ αὐτῆς προκειμένης. ἐπεσημήνατο
δὲ καὶ ἐπὶ ταύτης τῆς συζυγίας, ὅτι ἔνεστιν αὐτὴν δεῖξαι καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἀλλὰ καὶ διὰ τῆς ἐκθέσεως. προσθεὶς δὲ τὸ καθάπερ
ἐπὶ τῶν πρότερον ἐδήλωσεν, ὅτι οὐ μόνον ἡ δι’ ἀδυνάτου δεῖξις κοινὴ πᾶσι τοῖς ἐν τούτῳ τῷ σχήματι συλλογισμοῖς ἀλλὰ καὶ ἡ διὰ τῆς ἐκ-
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.