ὑπάρχῃ.
παραθέσει, δεικνύς, ὅτι καὶ παντὶ καὶ μηδενὶ δύναται τὸ Π τῷ P κειμένης
ταύτης τῆς συζυγίας ὑπάρχειν. ζῷον γὰρ παντὶ ἀνθρώπῳ ὂν Π ὄντι τῷ Σ, ἵππος οὐδενὶ ἀνθρώπῳ ὢν P, καὶ ζῷον παντὶ ἵππῳ, τοῦτ’ ἔστι τὸ Π τῷ P. πάλιν καὶ ζῷον παντὶ ἀνθρώπῳ, καὶ τὸ ἄψυχον ὂν P οὐδενὶ ἀν- θρώπῳ, καὶ τὸ ζῷον οὐδενὶ ἀψύχῳ, τοῦτ’ ἔστι τὸ Π τῷ Ρ. αἴτιον δὲ
τοῦ ἀσυλλόγιστον εἶναι τὴν συζυγίαν πάλιν τὸ αὐτό, ὃ καὶ ἐν τῷ πρώτῳ σχήματι ἦν τῆς μὲν μείζονος καθόλου καταφατικῆς οὕσης τῆς δ’ ἐλάττονος καθόλου ἀποφατικῆς.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.