2 παρέλιπε, τὴν δὲ ἀπόδειξιν λέγει, δι’ ἧς δειχθήσεται τὸ συμπέρασμα τοῦτο· 3 λέγει γάρ, ὅτι οὐδὲ τὸ Ξ τῷ Ν οὐδενὶ ὑπάρξει, καὶ τοῦτο δείκνυσι συμπέρασμα γινόμενον ἐπὶ τῇ τοιαύτῃ συζυγίᾳ. ἐπεὶ γὰρ κεῖται ἡ ἐλάττων ἡ Μ Ξ καθόλου ἀποφατική, ἀντιστρέφει δὲ τὸ καθόλου
οὐδὲ τὸ Ξ οὐδενὶ τῷ Μ· τὸ δὲ Μ ἔκειτο παντὶ τῷ Ν ὑπάρχον· ἐξ ὧν συνάγεται τὸ ἑ μηδενὶ τῷ Ν· ἦν γὰρ ἡ μείζων καθόλου καταφατική. οὕτως δὲ κειμένων γίνεται πάλιν ὁ δεύτερος ἀναπόδεικτος ἐν πρώτῳ σχήματι· τὸ γὰρ Ξ οὐδενὶ τῷ Μ, τὸ Μ παντὶ τῷ Ν· ἐξ ὧν τὸ ἑ μηδενὶ τῷ N. καὶ ὃ μὲν εἶπεν ἔσεσθαι συμπέρασμα, οὕτως ἔδειξεν
ἀντιστρέψας τὴν ἐλάττονα πρότασιν. ἐπεὶ δ’ οὐκ ἦν τοῦτο προκείμενον δεῖξαι ἔκειτο γὰρ ἐν τῇ συζυγίᾳ μείζων ὅρος τὸ Ν· δεῖ δὲ τὸν μείζονα ἐν τῷ συμπεράσματι κατηγορεῖσθαι), ἀντιστρέφει τὸ συμπέρασμα καθόλου ὂν ἀπο- φατικόν, καὶ οὕτως δείκνυσι τὸ Ν μηδενὶ τῷ Ξ ὑπάρχον, ὃ ἔδει δειχθῆναι συναγόμενον. δύο οὖν ἐδέησεν ἡμῖν ἀντιστροφῶν πρὸς τὴν τοῦ προκειμένου
δεῖξιν· καὶ γὰρ τὴν πρότασιν ἀντεστρέψαμεν τὴν ἐλάττονα καὶ τὸ γενόμενον συμπέρασμα. ἔστω ζῷον ἐπὶ τοῦ Μ, ἄνθρωπος ἐπὶ τοῦ N, ἄψυχον ἐπὶ τοῦ Ξ· ζῷον παντὶ ἀνθρώπῳ, ζῷον οὐδενὶ ἀψύχῳ. ἡ δεῖξις· οὐδενὶ ζῴῳ, ζῷον παντὶ ἀνθρώπῳ, ἄψυχον οὐδενὶ ἀνθρώπῳ, καὶ ἄνθρωπος ἄρα οὐδενὶ ἀψύχῳ. τὸ δὲ ὥστε ἔσται ὁ αὐτὸς συλλογισμὸς προσέθηκε
δεικτικὸν ὄν, ὅτι διὰ τοῦ αὐτοῦ συλλογισμοῦ καὶ τοῦτο δειχθήσεται τὸ συμπέρασμα τὸ Ν μηδενὶ τῷ· ἑ, δι’ οὗ ἐδείχθη καὶ τὸ Ξ οὐδενὶ τῷ Ν· ἐδείχθη δὲ ἐκεῖνο συναγόμενον διὰ τοῦ δευτέρου τοῦ ἐν πρώτῳ σχήματι ἀντιστραφείσης τῆς καθόλου ἀποφατικῆς· ὥστε καὶ τοῦτο δι’ ἐκείνου. τὸ γὰρ ἀντιστρέφειν τὸ καθόλου ἀποφατικὸν αὑτῷ, ὅπερ ἦν τὸ συμπέρασμα, 30
κεῖται ὁμολογούμενον, καὶ οὐδὲν δεῖ ἄλλου τινὸς συλλογισμοῦ πρὸς τοῦτο.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.