ἐν τῇ προκειμένῃ συζυγίᾳ ἐν δευτέρῳ σχήματι ἔσται συμπέρασμα. ἔστι 2 δὲ δεῖξαι τοῦτο καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. κείσθω γὰρ τὸ Μ 3 τῷ μὲν N μηδενὶ τῷ δὲ Ξ τινί· λέγω, ὅτι καὶ τὸ N τινὶ τῷ Ξ ὑπάρχει. εἰ γὰρ μὴ τοῦτο, τὸ ἀντικείμενον αὐτῷ τὸ Ν τῷ Ξ παντί· κεῖται δὲ καὶ τὸ M τῷ Ν οὐδενί· συναχθήσεται κατὰ τὸν δεύτερον ἐν πρώτῳ
σχήματι τὸ Μ τῷ Ξ οὐδενί, ὅπερ ἀδύνατον’ κεῖται γὰρ τὸ Μ τινὶ ὑπάρχειν. ψευδὴς ἄρα ἡ ὑπόθεσις, δι’ ἧς συνήχθη τοῦτο· τὸ ἄρα ἀντικείμενον αὐτῇ ἀληθές· ἀντίκειται δὲ τῇ ‘τὸ N τῷ Ξ παντί’ ἡ λέγουσα τὸ τῷ Ξ τινὶ μὴ
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.