εἰ I ἐπὶ μέρους εἴη, ἀσυλλόγιστος ἡ συμπλοκή. εἰ γὰρ τὸ μὲν Α κατὰ 2
τινὸς τοῦ Β λέγοιτο, τὸ δὲ Β κατὰ παντὸς τοὐ Γ, οὐδὲν μὲν ἔσται τοῦ Γ, καθ’ οὗ οὐ ῥηθήσεται τὸ Β, ὥστε τι τοῦ Β τὸ Γ· τὸ δὲ Α κατὰ τινὸς τοῦ Β λεγόμενον δύναται καὶ κατὰ τούτου τοῦ μέρους αὐτοῦ λέγεσθαι, ὅ ἐστι τὸ Γ, δύναται καὶ κατ’ ἄλλου· ἐπὶ πλέον γὰρ τὸ Β τοῦ Γ κατηγορεῖται·
οὐκ ἐξ ἀνάγκης ἄρα ἢ ὑπάρξει ἢ οὐχ ὑπάρξει τὸ Α τῷ Γ. οἷον
εἰ εἴη τὸ Α ἀγαθὸν τὸ δὲ Β ἕξις τὸ δὲ Γ φρόνησις· τὸ μὲν γὰρ ἀγαθὸν 3 κατὰ τινὸς ἕξεως, ἡ δ’ ἕξις κατὰ πάσης φρονήσεως, τὸ ἀγαθὸν κατὰ πάσης 4 φρονήσεως. εἰ δ’ εἴη τὸ Γ ἀμαθία λαμβάνει δὲ τὴν ἀμαθίαν ὡς ἕξιν ἣ ὡς ἀφροσύνην ἡ κακίαν), πάλιν ἔσται τὸ ἀγαθόν, ὁ μείζων ἄκρος, οὐδεμιᾷ οὔτε ἀμαθία οὔτε ἀφροσύνῃ, τῆς ἕξεως, ὃς ἦν μέσος ὅρος, κατ’ αὐτῶν
καθόλου κατηγορουμένης. ὥστε ἀδόκιμος ἡ συζυγία. ὁμοία ἡ δεῖξις, εἰ εἴη τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχον, καὶ ἐπὶ τῶν αὐτῶν ὅρων· ὡς γὰρ τινὶ ὑπάρχει τὸ Α, οὕτω δύναται καὶ τινὶ μὴ ὑπάρχειν· τὸ γὰρ ἀγαθὸν οὕτως τινὶ ἕξει ὑπάρξει, ὅτι καὶ τινὶ οὐχ ὑπάρχει.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.