καθόλου καταφατικῶν καθόλου καταφατικὸν συνάγοντα τοῦ δευτέρου πάλιν μνημονεύει τοῦ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου κατα- 2 φατικῆς τῆς ἐλάττονος καθόλου ἀποφατικὸν συνάγοντος καὶ φησίν, ὅτι 3 ὁμοίως καὶ ἐπὶ τούτου ἐκ τοῦ κατὰ μηδενὸς καὶ ἐκ τοῦ κατὰ παντὸς γνώριμος ἡ συναγωγή. διὸ καὶ ἀναπόδεικτος καὶ τέλειος καὶ οὗτος. εἰ
γὰρ κατὰ παντὸς τὸ Β τοῦ Γ, οὐδὲν ἔσται τοῦ Γ, καθ’ οὗ τὸ Β οὐ ῥηθήσεται·
τὶ ἄρα ἐστὶ τὸ Γ τοῦ Β. ἄν δὴ τὸ Α κατὰ μηδενὸς λέγηται τοῦ Β, οὐδὲν ἔσται | τοῦ Β, καθ’ οὗ κατηγορηθήσεται τὸ Α· ἦν δέ τι τοῦ Β ν καὶ τὸ Γ· κατ’ οὐδενὸς ἄρα τοῦ Γ τὸ Α.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.