τινος κατά τινος, καὶ οὗτος ὁ λόγος εἴη ἄν τῆς συλλογιστικῆς προτάσεως. ἡ δὲ ἀποδεικτικὴ πρότασίς ἐστιν, ὡς μὲν ἐνθάδε εἴρηκεν, ἀληθὴς καὶ διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων εἰλημμένη, ὡς δὲ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς, ἡ ἀληθὴς καὶ ἄμεσος καὶ πρώτη καὶ γνωριμωτέρα καὶ αἰτία
τοῦ συμπεράσματος· ἡ δὲ διαλεκτικὴ πυνθανομένῳ μὲν ἐρώτησις
ἀντιφάσεως, συλλογιζομένῳ δὲ λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου. εἴη δ’ ἄν καὶ σοφιστική, ἧς οὐκ ἐμνημόνευσε νῦν, λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου· ἡ γὰρ ἐπιπόλαιον τὸ πιθανὸν καὶ εὐφωρατότερον ἔχουσα σοφιστικὴ πρότασίς ἐστι. δι’ ἀκριβείας δὲ περὶ αὐτῶν λέγει, περὶ μὲν τῆς ἀποδεικτικῆς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς, περὶ δὲ τῆς διαλεκτικῆς
ἐν τοῖς τοπικοῖς, περὶ δὲ τῆς σοφιστικῆς ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις, ἃ πάντα ἕπεται τῇ κοινῇ περὶ συλλογισμῶν πραγματείᾳ. καὶ εἴη ἄν διὰ τοῦ εἰπεῖν ἐν τοῖς ἑπομένοις ῥηθήσεται, ὅτι πρῶτα τῇ τάξει ταῦτα τὰ βιβλία ἐκείνων τῶν πραγματειῶν, δεδηλωκώς.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.