Γ
καὶ κατὰ τῆς δωρεᾶς τῆς ἐν γάμῳ διδομένης.
τεθνηκότων· ἐν ᾗ ἕκαστος ἡμέρα τετελεύτηκε, ταύτῃ ἐπιτελεῖται αὐτοῦ τὰ γενέσια. ὁ οὖν λέγων ἐπὶ τῶν ζώντων γενέσια ἀκυρολογεῖ.
Περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως ἄχρι γήρως. βρέφος μὲν γάρ ἐστι τὸ γεννηθὲν εὐθέως, παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ, παιδάριον δὲ τὸ ἤδη
περιπατοῦν καὶ τῆς λέξεως ἀντεχόμενον, παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ, παῖς δʼ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὴν δʼ ἐχομένην ταύτης ἡλικίαν οἱ μὲν πάλλ⌞η⌟κα, οἱ δὲ βούπαιδα, οἱ δʼ ἀντίπαιδα, οἱ δὲ μελλ{ο}έφηβον καλοῦσιν. ὁ δὲ μετὰ ταῦτα ἔφηβος· ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους τριακατ{α}ίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους
2 | διὰ τὸ μηδέπω τῶν κοινῶν δρόμων μετέχειν. ὁ δὲ μετὰ ταῦτα μειράκιον, εἶτα μεῖραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώς -ὃν καὶ ὠμογέροντα καλοῦσιν —,
εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατό⌞γ⌟ηρως.
δὲ τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον· εἴρηται δὲ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον.
γελοῖος δὲ ὁ γελωτοποιός.
αὐτῶν, ἐπὶ τοῦ γήμασθαι εἰπών (λ 273 sq.)
καὶ Ἀνακρέων (P. M. G. 424 Page = fr. 87 D.²) διασύρων τινὰ ἐπὶ θηλύτητι
καὶ Αἰσχύλος (fr. 131 Mette = fr. 13 N.²) ἐν Ἀμυμώνῃ
ἐπʼ αὐτὴν πόρευσις. μήποτε οὖν ταύτῃ καὶ γηρᾶν τοῦ γηράσκειν διαφέρει.
ἐστιν αὐτὴ ἡ ἐκφώνησις καὶ ὁ φθόγγος, οὗ τὸ γράμμα σημεῖον τύπος ἢ σχῆμα· ὡς ἐν τῷ ‘τρίγωνον μέν ἐστι τὸ Δ, στρογγύλον δὲ τὸ Οʼ, τύπος μόνον λέγεται. τὸ δὲ στοιχεῖον τὸ ὁλόκληρον οἷον α β καὶ τὰ λοιπὰ στοιχεῖα. λέγεται μέντοι 4 | καταχρηστικῶς καὶ τὰ στοιχεῖα γράμματα· ἤδη μέντοι καὶ
τὰ συγγράμματα ἐκάλουν οἱ παλαιοὶ γράμματα· Καλλίμαχός πού (fr. 468 Pf.) φησιν
περὶ ὁμοίων καὶ διαφόρων λέξεων. Ammonius Grammaticus. ed. Klaus Nickau. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.