Σ
ἐστι τὸ ὑφ᾿ ἑτέρου, στῆναι δέ τὸ κατ᾿ ἰδίαν ὁρμὴν καὶ προαί|ρεσιν, οἷον ἐστάθη ὁ ἀνδριὰς ὑφʼ ἑτέρου ἐστάθη ὁ νόσος, 1 ἔστη δʼ ὁ ἄνθρωπος διʼ αὑτοῦ.
βαρυτόνως ὡς Μελίτην διαφέρειν φησὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης (p. 42 Baege) ἐν δευτέρα Περὶ τῶν ἐν Ὀδυσσείᾳ προσῳδιῶν. τὸ μέν γὰρ βαρυτονούμενον, φησίν, ὄνομα ἐπὶ
τῆς καθιεμένης μολίβδου παρὰ τοῖς ἀρχιτέκτοσι τίθεται, τὸ δʼ ὀξυτονούμενον ἐπὶ τῆς ὀπώρας. ὁ αὐτὸς πάλιν ἐν δευτέρᾳ Τῶν ἐν Ἰλιάδι προσῳδιῶν κατὰ λέξιν φησὶν οὕτως·
οὐδὲν γὰρ τῶν εἰς η ληγόντων θηλυκῶν ὀνομάτων μετέχον γένους τοῦ οὐδετέρου, παρατελευτῶντος τοῦ ῦ, ὀξυτονεῖται· ἀλλὰ πάντα τὰ ὑπὲρ δύο συλλαβὰς βαρυτονεῖται κατὰ τὸ ῡ,
μὴ ὀξυτονούμενα ἀλλὰ βαρυτονούμενον τὸ στοιχεῖον ἔχοντα, οἷον κορδύλη, Δαμύλη, Φ??αι??σύλη — δοκεῖ δʼ αὕτη μία τῶν τιθηνησαμένων τὸν Διόνυσον ἃς ὁ Λυκοῦργος
εἰς η λήγοντα θηλυκὰ ὀξυτονεῖται, ἢ, ἐὰν τὰ | ἀρσενικὰ 3 ὀξυτονῆται, τὰ θηλυκὰ βαρυτονηθήσεται. οἷον πόθος ποθή, νόμος νομή, ὦνος ὠνή, τῖμος τιμή, φόνος φονή·
Διονύσου — τὸ θηλυκὸν σταφυλὴ ὀξυτονηθήσεται. πρὸς οὓς ῥητέον ἰδοῦ κόγχος κόγχη, καὶ οὐκ ὀξυτονεῖται, φίλος φίλη, μόνος μόνη, μύλος μύλη· καὶ ἐπὶ τῶν ὀξυτόνων καλός καλή,
σοφός σοφή, μυρία ἄλλα, καὶ τὰ θηλυκὰ οὐ βαρύνεται, ἀλλʼ ὁμοτονεῖ τοῖς μὲν βαρυτόνοις τὰ βαρύτονα, τοῖς δʼ ὀξυτόνοις τὰ ὀξύτονα ὅθεν οὐ παράδοξον καὶ ἀπὸ τοῦ Στάφυλος βαρυτόνου ὀνόματος καὶ τὸ θηλυκὸν βαρυτονεῖν σταφύλην ὡς ἐδύλην.᾿
4 ὁ μὲν οὖν φίλος καὶ φίλη, καὶ ξένος καὶ ξένη καὶ τὰ προκείμενα ἀπαράλλακτά ἐστιν, διὸ ὁμοτονεῖ τὰ δέ διαφέροντα οὐκέτι, καθάπερ γὰρ χόλος χολή, καὶ τρόπος τροπή, νόμος
νομή, γόνος γονή, δόμος δομή, στρόφος στροφή, πόθος ποθή — περὶ τούτου οὖν ἐν ἄλλοις ἐντελῶς εἴρηται ὅτι διαφέρει. εἰ οὖν ἐστι Στάφυλος ἀρσενικόν, διαφέρει δέ τῷ σημαινομένῳ,
ἡ σταφυλή — ὀπώρα δέ — ὄντως ὀξυτονεῖται. Πιθανὸς μέν ὁ λόγος· τὸ μέντοι προκείμενον τοῦ Ἡρακλείδους παρατήρημα ἰσχυρὸν καθὰ παραγγέλλεται ὀξυτονεῖν
οὐ μόνον διὰ τὰ παρακολουθοῦντα ἰδιώματα τῷ ὀνόματι ἀλλ᾿ ὅτι καὶ ὑπέρ δύο ἐστὶ συλλαβάς· τὰ γὰρ προκείμενα δισύλλαβα. ὥστε οὐδὲ τὴν ὁπώραν ὀξυτονεῖν ἡ ἀναλογία ἐπιτρέπει.
ἀλλὰ καὶ ἡ Πτολεμαίου ἀθετεῖται παρατήρησις καθʼ ἣν διαφέρειν φησὶ τοῖς τόνοις τοὔτνομα καὶ τῷ σημαινομένῳ.
(fr. 72 Blass ═ Artium script. B X fr. 8 Raderm.)· ‘τὰ παροιχόμενα σημείοις πιστ εύεσθαι, τὰ δέ μέλλοντα τεκμηρίοις’.
σίσυρμα δὲ τὸ ἐκ τῶν κροκυδίων ῥαπτόμενον ἀμπέχονον.
μέν γάρ ἐστι τὸ προφασίζεσθαι, σκέπτεσθαι δέ τὸ βουλεύεσθαι.
σεμνότητος χαριέντως λεγόμενον — εἴρηται δέ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον —· γεφυρι{α}σμὸς δέ ἀπὸ τοῦ τοῖς Ἀθήνησιν ἐπὶ τῶν γεφυρῶν ἐπιγράφειν ἤτοι ἔμμετρα ἢ καὶ δίχα
μέτρων διασυρμούς τινων ??περιέχοντα??.
‘σεῖο δέ κεν ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα’, ἀντὶ τοῦ ‘σοῦ ζῶντος καὶ τρὶς τοσαῦτα δοῖεν ἄποινα’, οὐκέτι ‘τοῦ σοῦ ζῶντος’. καὶ φυλάττεται ταῦτα ἄκρως παῤ
Ὁμήρῳ.
ἐφ᾿ οἷς διακρίνονται, οἷον συντιθέμενοι μὴ πολεμήσειν μηδ᾿ ἀδικήσειν ἀλλήλους. συντίθενται δὲ εἰρήνην καὶ φιλίαν πρὸς ἀλλήλους, καὶ τὸ παρὰ ταύτας πραχθέν ἀρχὴ
γίνεται πολέμου.
καὶ συναίρεσθαι.
πλῆθος.
στρατὸς μέν καὶ στράτευμα κυρίως τὸ πλῆθος λέγεται, 7 |στρατόπεδον δὲ ὁ τόπος ἐν ᾧ εἰσιν.
γὰρ λέγουσι τὸ σὺν ἑαυτοῖς, φησὶ Δίδυμος (p. 334 Schmidt), εἴτʼ αὐτοῖς ἐπίοιεν πολέμιοι??εἴτε αὐτοὶ?? ἑτέοι??ς?? ἐπιστρατεύοιεν. ἐπιμαχεῖν δέ ὅταν τούς ἐπιόντας ἀμύνωνται μόνον. διέσταλκε
Θουκυδίδης ἐν τῇ πρώτῃ (1), 44, 1)λέγων Κερκυραίοις Ἀθηναίους συμμαχίαν μέν οὐ ποιήσασθαι, ἐπιμαχίαν δέ.
ὀξυτόνως ὁ περί τι ἔργον ἀνεπιτήδειον συμπονῶν, σύνεργος δέ προπαροξυτόνως ὁ τὸ αὐτὸ μετιών οἷον σύντεχνος.
μέν γάρ ἐστιν ὁ δίχα μέτρου λόγος, ὁ προσαγορευόμενος πεζός σύνταγμα δέ πολεμικόν τι σύστημα, ἀφ᾿ οὗ καὶ συνταγματάρχης ὁ τοῦ συστήματος αὐτοῦ ἄρχων.
ἀμφίβολον εἰ συμφέρει· διὸ καὶ ἔχει τὸ ἐνιστάμενον. παραίνεσις δέ ἐστι συμβουλὴ ἀντίρρησιν οὐκ ἐπιδεχομένη διὰ τὸ ἐξ αὐτῆς λεγόμενον πάντως ὁμολογεῖσθαι ἀγαθόν, ὡς εἴ τις
παραινέσει σωφρονεῖν· ὅπερ ἐστὶν ὡμολογημένον ἀγαθόν.
διαφορὰν τετήρηκεν οὕτως, ἐπὶ μὲν τοῦ θῦσαιεἰπών (I 219 sq.)·
ἐπὶ δὲ τοῦ σφάξαι (A 459 B 422)·
═ fr. 266 K.)·
περὶ ὁμοίων καὶ διαφόρων λέξεων. Ammonius Grammaticus. ed. Klaus Nickau. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.