Ν
γάρ εἰ|σιν οἱ ναῦς κεκτημένοι, ναύκραροι δὲ οἱ εἰσπρασμὲν 1 σόμενοι τὰ δημόσια κτήματα. καὶ ναυκράρια οἱ τόποι ἐν οἷς ἀνέκειτο τὰ κτήματα. ἐλέγοντο δὲ ὁμοίως ναύκληροι καὶ
οἱ μισθωτοὶ τῶν συνοικιῶν.
πεπασμένον.
Ἐπινίκων (cf. 1, 8 et 13, 123 Snell8)· φησὶ γὰρ κατὰ λέξιν ‘εἰσὶ τοίνυν οἵ φασι διαφέρειν τὰς Νηρεΐδας τῶν Νηρέως 2 θυγατέρων, καὶ τὰς μὲν ἐκ Δω|ρίδος γνησίας αὐτοῦ θυγατέρας
νομίζεσθαι, τὰς δὲ ἐξ ἄλλων ἤδη κοινότερον Νηρεΐδας καλεῖσθαι· καὶ τὰς μὲν γνησίας καὶ τὸν ἀριθμόν, πλείους δὲ τὰς ἄλλας. ταῦτα φησὶ Μνασέ ων (FHG III p. 154 fr. 25b)
ἐν τοῖς Περὶ τῆς Εὐρώπης τὸν τρόπον τοιοῦτον.’ εἶτα ἐκτίθεται διὰ μακρῶν τὴν λέξιν καὶ ἐπιφέρει πιθανῶς, τὰς μὲν ἐκ μιᾶς τῆς Δωρίδος γνησιωτέρας τῶν ἄλλων οὔσας Νηρέως θυγατέρας
λέγεσθαι, τὰς δὲ συμμίκτους αὐτῷ μόνον Νηρεΐδας.
αἱ νῆες τῶν πλοίων. τὰ μὲν γάρ ἐστι στρογγύλα, αἱ δὲ κωπήρεις καὶ στρατι⌞ώ⌟τιδες. Ἀριστοτέλης δὲ (fr. 614
Rose) ἱστορεῖ ἐν Δικαιώμασι τῶν πόλε{μ}ων οὕτως· ‘Ἀλέξανδρος ὁ Μολοττὸς ὑπὸ ταὐτὸν χρόνον, Ταραντίνων αὐτὸν μεταπεμψαμένων ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον,
ἐξέπλευσε ναυσὶ μὲν πεντεκαίδεκα, πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς καὶ στρατι⌞ωτι⌟κοῖς’.
μὲν γὰρ νῦν χρονικὸν ἐπίρρημα τάσσεται ἐπὶ τῶν τριῶν χρόνων, ἐνεστῶτος, παρῳχημένου καὶ μέλλοντος, οἷον ὅτι ἀγὼν νῦν ἐστι, νῦν ἔσται· τὸ δὲ νυνὶ ἐπὶ μόνου ἐνεστῶτος.
περὶ ὁμοίων καὶ διαφόρων λέξεων. Ammonius Grammaticus. ed. Klaus Nickau. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.