A
λαμβανόμενα. ἀβέβηλα μὲν γὰρ τὰ ἱερὰ καὶ ἄψαυστα καὶ μὴ βάσιμα· βέβηλα δὲ τὰ ὅσια μέν, οὐχ ἱερὰ δέ, οἷον βάσιμα ὄντα. καὶ τοῦτο μέν, ὡς ἐρρήθη, εἰ ἐπʼ ἀγαθῷ ἄμφω λαμβάνοιντο·
ἡ γὰρ κοινὴ χρῆσις | τοῦ βεβήλου τὴν ἐναντιωτάτην 1 ἔχει καὶ τῷ ἀβεβήλῳ διαφοράν.
ἄγγελος μὲν γὰρ πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν. ἐξάγγελος δὲ ὁ τὰ ἔνδσθεν τοῖς ἔξω διαγγέλλων, ὃν Θουκυδίδης (7, 73, 3) διάγγελον εἴρηκεν· ‘ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοιʼ. αὐτάγγελος
δὲ ὁ τὰ ἀφʼ ἑαυτοῦ διαγγέλλων καὶ μὴ ὑφʼ ἑτέρου.
δὲ οἱ ὄντες ἐκ τοῦ αὐτοῦ γένους, οὐ καλούμενοι δὲ ὑπὸ τῶν νόμων ἐπὶ τὰ ἀγχιστικὰ δίκαια· οἰκεῖοι δὲ οἱ κατ’ ἐπιγαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ.
ἐστι τὸ καθόλου μηδὲν εἰδέναι, ἀμφιγνοεῖν δὲ τὸ ἔν τισιν ἐπιδιστάζειν.
θύελλα δὲ ἄελλα θύουσα καὶ ὁρμῶσα.
ἐστίν, Ἀττικὴ δὲ ἥ τε πόλις καὶ ἡ χώρα.
χρήσασθαι εἰς ἀπόδοσιν. Μένανδρος ἐν τῷ Ὕμνιδι (fr. 410 Koerte 2) διαστέλλει
αἰδεῖται μέν τις τὸν πατέρα, αἰσχύνεται δὲ ὃς μεθύσκεται. διαστέλλει δὲ καὶ Ἀριστόξενος ὁ μουσικὸς (fr. 42a Wehrli) 5 τὴν διαφορὰν | ἐν τῷ πρώτῳ Νόμω ν παιδευτικῶν. φησὶ
γὰρ διαφορὰν τήνδε νομιστέον αἰδοῦς τε καὶ αἰσχύνης, ὅτι ἡ μὲν αἰδὼς πρὸς ἡλικίαν, πρὸς ἀρετήν, πρὸς ἐμπειρίαν, πρὸς εὐδοξίαν. ὁ γὰρ ἐπιστάμενος αἰδεῖσθαι πρὸς ἑκάστην τῶν εἰρημένων ὑπεροχῶν προσέρχεται οὕτω διακείμενος οὐ διὰ τὸ
ἡμαρτηκέναι τι, ἀλλὰ διὰ τὸ σέβεσθαι καὶ τιμᾶν τὰς εἰρημένας ὑπεροχάς. ἡ δʼ αἰσχύνη πρῶτον μὲν πρὸς πάντα ἄνθρωπον, ἔπειτα ἐπὶ τοῖς νομιζομένοις αἰσχροῖς.
τῷ πρώτῳ Περὶ παροιμιῶν (fr. 1 p. 75 Linnenkugel), οἷον ἀπὸ μὲν ἀλόγων ζῴων ὡς παῤ Ἀρχιλόχῳ (fr. 89 D D. 3) καὶ τὰ ἑξῆς. καὶ πάλιν ὅταν λέγῃ (fr. 81, 1—2)
ἀπαρτίζουσα τὸ νοούμενον πρὸς παραμυθίαν τε καὶ ὠφέλειαν ἀνθρώπων· παροιμία δέ, ἣ τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἔχει ἐνδέουσαν τοῦ αἴνου, καὶ τὴν ἔξωθεν
ἐκδεχομένη μετάβασιν. οἷον ‘μένε βοῦς ποτε βοτάνη νʼ καὶ ‘ ἄκισσος μετ’ Ἀνθεστήριαʼ.
προσώπων· τὸ δʼ ὤφελον ἐμφαίνει πρόσωπα, οἷον· ὤφελον ἐγώ, ὤφελες σύ, ὤφελεν ἐκεῖνος. διὸ τὸ αἴθε ἐατὶν ἐπίρρημα, τὸ δʼ ὤφελον ῥῆμα.
δὲ σῶμα τούμόνʼ.
ἔλαττον δόρατος, δόρυ δὲ τὸ μεῖζον ᾧ ἐκ χειρὸς ἐχρῶντο. παρὰ δὲ Ὁμήρῳ καὶ τὸ δόρυ προϊέναι (Υ 438 cf. Ε 656).
ἔνδεια καιροῦ ἐπιτηδείου, ἀσχολία δὲ ἡ περί τι ἄλλο ἀναστροφή.
ἀκαρὴς δὲ σημαίνει τὸ παρὰ βραχὺ ὄν, (FCG IV 660 M.= fr. ad. 581 K.)
γὰρ οὐ μόνον μεταχαρακτηρισμός, ἀλλὰ καὶ τῆς πρότερον ὑπολήψεως οἴησις ἑτέρα· ἑτεροίωσις δέ, ὅταν ἀφʼ ἑτέρου χρώματος εἰς ἕτερον μεταβάλλῃ.
δὲ τὴν ἁλὶ ἐ σπταρμένην χώραν ὥς τινων φθονερῶν τοῦτο ποιούντων. ὅθεν καὶ ὁ βίος τοὺς ᾐκισμένους καὶ δυσθεραπεύτως ἔχοντας τὰ σώματα ἁλι⌞σ⌟ πάρτους καλεῖ.
τὸ δὲ ἀλλοῖον ἐπὶ φύσεως.
253 K.) ἐν Ταξιάρχοις φησί·
ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. Σόλων μὲν γὰρ ἅμα ἐγένετο Ἀναχάρσιδι τῷ Σκύθῃ, εἴπερ κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν, ὁμοῦ μέντοι οὐκέτι· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννήθησαν,
ἀλλʼ ὁ μὲν Ἀθήνησιν, ὁ δὲ ἐν Σκυθίᾳ. καὶ Ὅμηρος διαστέλλει (Δ 450sq. Θ 64 sq.)
καὶ πάλιν (μ 67)
ὥς φησιν Ἀσκληπιάδης·
‘ἐν Τροίᾳ ὅ τε λοιμὸς καὶ ὁ πόλεμος δαμάζει τοὺς Ἀχαμιούς.’
‘ἀμ |φότεροι τὴν δοκὸν μίαν οὖσαν φέροντεςʼ. ἑκάτεροι δέ, 12 ἐπειδὰν χωρὶς ἑκάτερος τὸ ἑαυτοῦ πράττῃ, οἷον ‘ἑκάτερος αὐτῶν δοκὸν φέρωνʼ, ἤτοι ὅταν ἑκάτερος αὐτῶν μίαν φέρῃ
κατ’ ἰδίαν.
σημαίνει αὐτὰ τὰ θερίσματα, τοῦτʼ ἔστι τὸν καρπόν ὀξυτόνως δὲ ὁ καιρὸς τοῦ θερισμοῦ, ὥσπερ καὶ ὁ τρυγητὸς τοῦ τρυγᾶν.
μὲν γὰρ ὁ ἀνδριὰς καὶ ἡ εἰκὼν τῷδε κατὰ τιμήν, κατάκειται δὲ ὁ εὐωχούμενος.
μὲν γάρ ἐστιν, εἰ καὶ τὴν ψυχικὴν ἀρετὴν ἔχει μαρτυροῦσαν ἀνδρία δὲ δύναμις ἐπαινουμένη.
ἐστιν ἡ ἐν πολέμῳ διά τινα χρείαν ἀναβολὴ ⌞τῆς μάχης⌟ κατὰ συνθήκην κοινὴ⌞ν⌟ τοῦ ⌞μὴ⌟ ἐπιέναι ἀλλήλοις· ἐπικηρυκεία δέ, ὅταν οἱ ἕτεροι πέμπωσι τοὺς αἰτησομένους ἀνοχὰς
ἢ σπονδὰς ἢ εἰρήνην.
τὸν ἴδιον καιρὸν τῶν πράξεων.
ἀνοχὴ μακρὰ πολέμου διοκωχὴ δὲ καὶ ἀκωχὴ διάλειψίς τις καὶ ἄνεσις.
γάρ | ἐστιν ὁ ἀνεπίστρεπτος τοῦ καθήκοντος, ἀναλγὴς δὲ ὁ 17Va. μὴ ἀλγῶν.
ἐπʼ εὐθείας καὶ ἐξ ἐναντίας, χωρίς τοῦ σ ὡς τὸ καταντικρύ· ἄντικρυς δὲ τὸ διαρρήδην καὶ φανερῶς, καὶ τὸ ἐπʼ εὐθείας οπικόν.
ἐπὶ ἔργον, ἐγερθῆναι δὲ ἐξ ὕπνου.
ἀνήχθησαν δ τινες εἰς τὸ στρατηγεῖον.
παῖδες.
οἷον ‘βιάζεσθαι τὴν ναῦνʼ.
ὁ μηδὲν νοῶν ἄφρων δὲ ὁ νοῶν μέν, οὐ φρονίμως δὲ διοικῶν.
εἶχον τοὺς ἰδιωτικοὺς νόμους ἐγγεγραμμένους, οἱ δὲ κύρβεις τὰς δημοσίας ἱεροποιΐας καὶ εἴ τι ἕτερον τοιοῦτον.
δὲ ὁ πιστεύεσθαι ἄξιος.
ὡς μὴ ἔχων προστάτην.
οἰκίας ἐκποίητος δὲ ὁ δοθεὶς ὑπὸ τοῦ πατρὸς εἰς υἱοθεσίαν ἄλλῳ, ὃ λέγουσιν ‘εἰσποιητὸς γέγονενʼ.
μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ λόγῳ τὴν κατηγορίαν ἀνασκευάζειν, ἀπολογίζεσθαι δὲ τὸ ἀποδοῦναι τὸν λόγον τῶν δαπανημάτων. καὶ γὰρ τὸ ἁπλοῦν λογίζεσθαι καὶ λογισταὶ οἱ ἀριθμηταί.
γάρ ἐστι τὸ ἀναχωρήσαντά τινα ἄδηλον εἶναι ὅπου ἐστίν ἀποφεύγειν δὲ τὸ δῆλον μὲν εἶναι ὅπου ἐστί, μὴ δύνασθαι δὲ 14 ἐπιληφθῆναι. λέγει δὲ Ξενοφῶν τὴν δια |φορὰν ἐν τῇ Ἀναβάσει
(1, 4, 8) ‘οὔτε ἀποδεδράκασιν — οἶδα γὰρ ὅπου οἴχονται — οὔτε ἀποπεφεύγασινʼ.
ἀψύχων, οἷον ‘ἀπ’ Ἀθηνῶν’ ἡ δὲ παρά ἐπὶ τῶν ἐμψύχων, οἷον ‘παρὰ Σωκράτουςʼ. οἱ δὲ ἐναλλάσσοντες ἁμαρτάνουσιν ἢ ἀλλαγῇ προθέσεως χρῶνται, ὡς καὶ Ὅμηρος (Ξ 28)
χρῶνται τοῖς ὀνόμασιν.
ἣν καὶ ἀναφορὰν καλοῦσιν εἰσφορὰ δὲ τὰ ὑπὸ τῶν πολιτῶν.
ἐρωτηθέντα λόγον δοῦναι.
δὲ ὕδωρ αἰτῆσοι πρὸ τοῦ φαγεῖν καὶ μετὰ τὸ φαγεῖν.
ἢ δυσωδῶν ἀναφερόμενος ἀτμός.
περιπτεπάτηκε δὲ πάλαι’.
τινων ἐπʼ ὠφελείᾳ προΐστασθαι, κρατεῖν δὲ τὸ βίᾳ τινὰς ἄγειν ὑπακουομένους ἐπὶ δουλείᾳ. καθὸ καὶ τῶν θηρίων κρατεῖν, ἀλλʼ οὐκ ἄρχειν λέγεται.
(fr. 657 Koerte2) ἀναγινώσκομεν·
λεγόμενος σύνδεσμος ἀπορηματικός ἐστιν, ὅτε ἀποροῦντες λέγομεν ‘ἆρα τέλος ἕξει τὸ πρᾶγμα;’. ὁ δὲ κατὰ συστολὴν
συλλογιστικός ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν ἀλλὰ μὴν ἡμέρα ἐστίν. φῶς ἄρα ἐστίνʼ. ‘εἰ τοῦτο συμφέρει ποιεῖν, ποιητέον ἡμῖν ἄρα ἐατίνʼ.
τοῦ παρωχηκότος.
δὲ ὁ ἀράχνης τὸ ζῷον.
o σημαίνει τὸ εὐλαβεῖσθαι οὕτως γὰρ ἐξηγοῦνται τὴν λέξιν· ὄρρος δὲ λέγεται ὁ περὶ τοὺς γλουτοὺς τόπος ὅν τινες ταῦρον λέγουσιν· ὅθεν καὶ τῶν ὀρνέων ὁ τόπος οὗτος ὀρροπύγ??ι??ον
καλεῖται, οὐχ, ὥς τινες ἀγνοοῦντες, ὀρθοπύγιον. ἐτύμως δʼ εἴρηται, ὅρος ὢν τῆς πυγῆς καὶ οἱονεὶ ὁροπύγιον. οἱ δʼ εὐλαβούμενοι περί τινος ἀνασπᾶν εἰώθασι τὸ αἰδοῖον, πολλάκις
δὲ καὶ τὰ ἄλογα τῶν ζώων ὑποστέλλειν εἰώθασι τὴν οὐρὰν ὅταν εὐλαβῆται. εὐλόγως οὖν ἐκ τοῦ παρακολουθοῦντος τὸ ὀρρωδεῖν εἴρηται ἐπὶ τοῦ εὐλαβεῖσθαι. καὶ Εὐριπίδης τὸν
Περσέα λέγοντα εἰσάγει (Andromed. fr. 130 Nauck 2)
καὶ τὸ μὲν ὀρρωδεῖν τοιοῦτον. τὸ δ’ ἀρρωδεῖν οἷον κατὰ στέρησιν, τοῦτ’ ἔστι μὴ εὐλαβεῖσθαι ἀλλὰ καταφρονεῖν καὶ τεθαρρηκέναι.
καθόλου, ἄντικρυς.
ὑβριζόμενος ἔν τινι πράγματι.
οὖν Καλλίμαχός φησι (fr. 1, 35 Pf.)
περὶ ὁμοίων καὶ διαφόρων λέξεων. Ammonius Grammaticus. ed. Klaus Nickau. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.