λζ τρυγὼν θαλαϲϲία καὶ ϲμύραινα.
πίτυρα ϲυνεψηθέντα μετ᾿ ὄξουϲ καὶ καταπλαϲθέντα ὠφελεῖ, καὶ αὐτὸ δὲ τὸ ὄξοϲ βοηθεῖ λίαν.
δίδου πίνειν, ἢ ϲμύρνῃ ὁμοίωϲ χρηϲτέον, ἢ πέπερι μετὰ πηγάνου καὶ ϲμύρνηϲ ϲυλλεάναϲ δίδου μετ᾿ οἴνου ζωροτέρου, ἢ ϲίλφιον λεάναϲ μετ᾿ οἴνου ὁμοίωϲ.
Ἀρχιγένηϲ φηϲίν· ἐπὶ τῶν θαλαϲϲίων, οἷον τρυγόνοϲ, ϲμυραίνηϲ, δράκοντοϲ ϲυκῆϲ ὀποῦ ϲταλαγμὸϲ τέϲϲαραϲ ἤ πέντε μετὰ κλωνίων ἑρπύλλου τριῶν ἢ τεϲϲάρων πότιζε.
De venenatis animalibus eorumque remediis. Philumenus. ed. Max Wellmann. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.