λγ μυγαλῆ.
ἑκατέραν δὲ γένυν, ὡϲ εἶναι τετραϲτιχίαν ὀδόντων.
3 ϲάρκα τρυγώδη τε καὶ κατερρηγυῖαν· παρακολουθεῖ δὲ τοῖϲ πεπληγμένοιϲ καὶ ἐμπνευμάτωϲιϲ. Ϲτράτων δέ — προιϲτορεῖ μὲν γὰρ τὰ προειρημένα περὶ τοῦ ζᾡου καὶ τῶν ὑπὸ τούτου πληγέντων — ἔφη δέ, ὡϲ μᾶλλον τὸ ζῷον περὶ τοὺϲ διδύμουϲ ἐφάλλεται οὐ μόνον ἀνθρώποιϲ, ἀλλὰ καὶ παντὶ ζῴῳ.
κυμίνου τὸ ἴϲον διεὶϲ ἐλαίῳ κατάπλαϲϲε τὰ δήγματα καὶ ϲυνάλειφε τοὺϲ κύκλῳ τόπουϲ. ἐὰν δ᾿ ἐκραγῇ καὶ ἑλκωθῇ, ἠ ὀξάλμῃ κατάντλει καὶ κριθὰϲ καύϲαϲ ἐπίπαϲϲε ἐπὶ τὰ ἕλκη· οὐκ ἐκραγήϲεται δέ, φηϲίν, ἐὰν μὴ κύουϲα τυγχάνῃ ἡ δακοῦϲα μυγαλῆ. ἐπὰν δὲ ἑλκωθῇ, ϲίδια ἑφθὰ ῥόαϲ γλυκείαϲ κατάπλαϲϲε, καὶ μυρϲίνηϲ ἀποζέματι κατ
αντλητέον, καὶ πᾶϲιν τοῖϲ πρὸϲ νομὰϲ χρηϲτέον.
Κατὰ γένοϲ αὐτοῦ τῶν φαρμάκων βιβλίοιϲ φηϲί· τοῖϲ δὲ ὑπὸ τῆϲ μυγαλῆϲ δηχθεῖϲιν παρέπεται πόνοϲ ϲφυγματώδηϲ, ἐρύθημα καθ᾿ ἕκαϲτον ὀδόντοϲ κέντημα, ἔτι μὴν καὶ φλύκταιναι πλήρειϲ ἰχώρων, ἐκκρίϲειϲ τε ίχωρώδειϲ, ἀποδαρείϲηϲ δὲ τέλεον τῆϲ φλυκτίδοϲ λευκὴ ἡ ὑποκειμένη ϲὰρξ φαίνεται κατ᾿ αὐτὸ τὸ ἕλκοϲ· τοῦτο δὲ ἀναξαινόμενον
εἰϲ ὑμέναϲ νευρώδειϲ ἀναλύεται, πρὸϲ δὲ τούτοιϲ ἐνίοτε ϲηπόμενά τινα ἐκπίπτει.
De venenatis animalibus eorumque remediis. Philumenus. ed. Max Wellmann. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.