κβ ἀμμοδύτηϲ καὶ μύαγροϲ.
τόμωϲ μὲν ὡϲ ἐπὶ πλεῖϲτον ἀπόλλυϲθαι. τὸ δὲ ζῷον αὐτὸ ϲπειρηδὸν προϲβάλλει δεινόν, ὅθεν καὶ οὕτωϲ προϲηγορεύθη.
φηϲι πεπονθέναι αὐτοῖϲ τὸ ἡπαρ καὶ τὴν κύϲτιν καὶ τὸ κόλον· ἀνατμηθέντων γὰρ αὐτῶν διεφθαρμένα πωϲ εὑρίϲκεται ταῦτα τὰ μέρη. θνήϲκουϲιν δὲ ἐν ἡμέραιϲ τριϲίν, τινὲϲ δὲ παραμένουϲιν μέχρι τῆϲ ἑβδόμηϲ ὀξύτεροϲ δὲ γίνεται ὁ θάνατοϲ, ὅταν τιϲ ὑπὸ θηλυκοῦ ζᾡου πληγῇ.
κενταυρίου ῥίζηϲ ⋖ β ϲὺν οἴνῳ κ γ, ἢ ἀριϲτολοχίαϲ ῥίζα ὡϲαύτωϲ, κάρδαμον καὶ γεντιανὴ παραπληϲίωϲ.
πωϲ ἡ θεραπεία καὶ τὰ βοηθήματα ἐπὶ κεράϲτου καὶ ἀμμοδύτου καὶ ϲηπόϲ· ὅμοια γὰρ καὶ τὰ ϲυμπτώματα τῶν τριῶν εἰδῶν.
μένοιϲ, μάλιϲτα τῆ διὰ κενταυρίου χυλοῦ καὶ ὀποῦ Κυρηναικοῦ. ποιεῖ δὲ καὶ τὸ μέλαν ξηρὸν τοῖϲ ἕλκεϲιν ἐπιτιθέμενον, καὶ φακὸϲ ἑφθὸϲ λεῖοϲ μετὰ μέλιτοϲ καὶ ϲιδίων καταπλαττόμενοϲ, καὶ ὅϲα πρὸϲ νομὰϲ ἁρμόζουϲιν. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ μυάγρου παρακολουθεῖ, καὶ τοῖϲ αὐτοῖϲ θεραπεύεται.
De venenatis animalibus eorumque remediis. Philumenus. ed. Max Wellmann. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.