ιδ πρὸϲ ϲκορπίου πλῆγμα περίαπτα καὶ ἀντιπαθῆ πρὸϲ τὸ αὐτό.
καὶ τὰϲ θεραπείαϲ τραπηϲόμεθα. παρέπεται τοῖϲ πληγεῖϲιν πόνοϲ ϲφοδρότατοϲ περὶ τὴν πληγήν, ψῦξιϲ καὶ νάρκα περὶ ὅλον τὸ ϲῶμα, | ψυχρὸϲ ἱδρώϲ, ἔπαρϲιϲ ἐν ταῖϲ μαϲχάλαιϲ, τοῖϲ δὲ περὶ τὰ κάτω ἐν τοῖϲ βουβῶϲιν.
ϲφυγμόϲ τε δι᾿ ὅλου τοῦ ϲώματοϲ, μυρμηκίαϲιϲ περὶ τὰ χείλη καὶ ὅλον τὸ ϲῶμα, ὡϲ ῥανίϲιν δοκεῖν καταρραντίζεϲθαι, ϲκληρότηϲ ἄρθρων, προϲώπου διαϲτροφή, λῆμαι περὶ τοὺϲ ὀφθαλμὸϲ κολλώδειϲ, δάκρυα γλίϲχρα, ῥίγη ϲυνεχῆ, πρόπτωϲιϲ ἕδραϲ καὶ αἰδοίου ἔνταϲιϲ· ἐνίοιϲ δὲ καὶ ϲυνεχεῖϲ ἐρυγαί, γλώϲϲηϲ πάχοϲ καὶ ϲκληρότηϲ,
ὀδόντων ϲυνέρειϲιϲ, ἀφριϲμὸϲ δαψιλήϲ, ἔμετοι, λυγμοί, ϲπαϲμοί, τέτανοι, ὀπιϲθότονοι.
κατὰ ἀντιπάθειάν τινα ἄκρωϲ βοηθεῖ, ἢ λεῖον ἅλαϲ μετὰ λινοϲπέρμου, ὴ ἀλθαίαϲ ὁ καρπόϲ, ἢ θεῖον ἄπυρον ἀναληφθὲν ῥητίνῃ τερμινθίνῃ
οὐρηροῦ καταχριόμενοϲ, ἢ ἀριϲτολοχίαϲ ῥίζα· · ἢ Κυρηναικῷ ὀπῷ ἢ ἁλϲὶν μετὰ ϲταφίδων κατάπλαϲϲε ἢ μετ᾿ ἐλαίου λείοιϲ ἀνάτριβε.
ἱδρώϲεωϲ, καὶ οἰνοποϲία ζωροτέρα τῷ κράματι.
δαύκου ϲπέρμα ἀνὰ ⩹ α λεῖα ποιήϲαϲ προϲμίϲγε ὀλίγον μέλιτοϲ καὶ δίδου ἀνδρὶ ὁλκὰϲ τρεῖϲ, παιδίοιϲ δὲ χρῶ ὡϲ παραδόξωϲ ποιοῦντι μετ᾿ οίγομέλιτοϲ πρὸ ὥραϲ τῆϲ λήψεωϲ αὐτῆ ϲκορπιοπλήκτοιϲ οὐ προϲγέγραπται.
χεῖραϲ, οὐκ ἀδικήϲει ὁ ϲκορπίοϲ· ἢ εὑρὼν ἀϲκαλαβώτην φόρει, καὶ οὐ πληγήϲῃ. ἄλλο πρὸϲ τὸ μὴ πληγῆναι ὑπὸ ϲκορπίου· φοῦ βοτάνηϲ ἄνθη 𝒢 καὶ μελάνθιον ὀλίγον καὶ προπόλεωϲ ὀλίγον· ταῦτα μίξαϲ ἐνδήϲαϲ τε εἰϲ ῥάκοϲ ἐρεοῦν περίαπτε.
περιάπτῳ, καὶ οὐκ ἐξελεύϲεται ὁ ϲκορπίοϲ τοῦ γύρου.
De venenatis animalibus eorumque remediis. Philumenus. ed. Max Wellmann. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.