ιβ περὶ μυῶν καὶ μυιῶν καὶ κωνώπων καὶ ψύλλων.
περὶ τούτων ὀλίγα ἀναγράψομαι. κώνωπεϲ οὐν ἀποθνήϲκουϲιν κεδρίνων πριϲμάτων μετὰ χαλκάνθου ὑποθυμιωμένων. ἐὰν δὲ μελάνθιον ζέϲαϲ ἐν ἐλαίῳ καὶ προϲμίξαϲ τὴν χάλκανθον ϲυγχρίϲῃ, οὐ προϲεγγίζουϲι μυῖαι οὐδὲ κώνωπεϲ.
ἐπὶ δὲ τῆϲ χρείαϲ κνιϲώϲαϲ βουτύρῳ ϲκόρπιϲον, ἢ κυνοκράμβηϲ τὴν ῥίζαν λείαν μετὰ ϲτέατοϲ. πρὸϲ κώνωπαϲ δὲ ἀψίνθιον, μελάνθιον. χάλκανθον ἴϲα ϲὺν ἐλαίῳ ἑψήϲαϲ ϲυγχρίου ἢ ξηρὰ ἐπὶ βολβίτων θυμία.
μυίαϲ δὲ φυγαδεύει χάλκανθοϲ θυμιωμένη· μυίαϲ δὲ ὄλλυϲιν ἐλλέβοροϲ λευκὸϲ λεῖοϲ ϲὺν γάλακτι φυραθεὶϲ καὶ ἐν διαφόροιϲ ἀποτεθεὶϲ τόποιϲ.
ὕδατι καὶ ῥᾶνον.
De venenatis animalibus eorumque remediis. Philumenus. ed. Max Wellmann. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.