1 ἀντίδοτοι θηριακαὶ καὶ ἔμπλαϲτροι ποιοῦϲαι καὶ πρὸϲ ἄλλα.
μετ’ οἴνου αὐϲτηροῦ ἅπαξ τῆϲ ἡμέραϲ εἰ δ’ ἐπιτείνοι ἡ ὀδύνη, δίδου καὶ δίϲ — πρὸϲ δὲ λυϲϲοδήκτουϲ δίδου με θ’ ὕδατοϲ ἡμέραν παρ′ ἡμέραν ἐπὶ ἡμέραϲ μβ, προϲμίϲγων τῷ φαρμάκῳ λύκιον Ἰνδικόν. τηρῶν καὶ τὰ ἕλκη ἀκατούλωτα.
ϲμύρνηϲ ἀνὰ ⋖ η· ἀναλάμβανε μέλιτι Ἀττικῷ ἢ νηϲιωτικῷ. ἐὰν δὲ προϲβάληϲ πεπέρεωϲ λευκοῦ ⋖ δ, ποιεῖ καὶ πρὸϲ ἡπατικοὺϲ θαυμαϲτῶϲ μεθ’ ὑδρομέλιτοϲ, ἐν δὲ τοῖϲ παροξυϲμοῖϲ μετὰ γλυκέοϲ.
χυλοῦ ἀνὰ ⋖ β, μέλιτοϲ ἀπέφθου κοτύληϲ ἥμιϲυ.
δύναμιν ἔχει ὡϲ τούϲ ἀναδοθένταϲ ἥλουϲ καταφέρειν· οὕτωϲ οὑν καὶ πρὸϲ ὑϲτερικὰϲ πνίγαϲ καὶ τὴν τῶν ἐμμήνων κάθαρϲιν ποιεῖ.
θηριακὴν ἀντίδοτον, ἠν ἐγὼ ἐνθάδε οὐ παρέθηκα διὰ τὸ πολυτελὲϲ τῆϲ ϲκευαϲίαϲ, παρατίθεται ἠ μὲν ἐμπλάϲτρουϲ τάϲδε, φηϲὶν δὲ οὕτωϲ· ἐπὶ δὲ τῶν δηγμάτων τὴν ἔμπλαϲτρον τὴν διὰ θαλάϲϲηϲ καὶ χαμαιλεοντοϲ ἐπιτίθει ἢ τὴν λευκὴν ἢ ἀμφοτέραϲ μίξαϲ.
ἐπιπάϲϲων καὶ ἐπίθεϲ ἐπὶ μαλακοῦ πυρόϲ, ὅπωϲ τὴν δύναμιν ὁ χαμαιλέων προϲδῷ τῷ φαρμάκῳ.
γένηται· εἰτα τὰ ἄλλα ὕϲτερον πρόϲβαλλε καὶ χρῶ πρὸϲ πᾶϲαν ἀπό ϲταϲιν καὶ φύματα κατὰ μαϲτούϲ, φύγεθλα, κόλπουϲ, ϲύριγγαϲ, παρωτίδαϲ, ἄνθρακαϲ.
De venenatis animalibus eorumque remediis. Philumenus. ed. Max Wellmann. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.