B. Fragmenta.
συνιστάμενα λόχια καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει ποθεῖσα μετὰ πεπέρεως καὶ σμύρνης· καὶ ἐν πεσσῷ δὲ προστεθεῖσα τὸ αὐτὸ δρᾷ. Diosc. III 4 (II 7, 18 sq.). Plin. N. H. 25, 97.
ποιεῖ πρὸς ἑρπετῶν δήγματα· χωρεῖ δὲ καὶ εἰς ἀντιδότους τὰς θηριακάς, χωρεῖ καὶ εἰς τὰς ποδαγρικὰς συνθέσεις, ἔτι δὲ ἐμπλάστρους. ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει· βοηθεῖ ἄσθματι, λυγμῷ, ῥίγει, σπληνί, ῥήγμασιν, σπάσμασιν. ποθεῖσα δὲ μεθ᾿ ὕδατος ἀνάγει σκόλοπας, ἀκίδας, λεπίδας ὀστῶν καταπλασσομένη
ἀφίστησιν καὶ σηπεδόνας περιχαράσσει καὶ τὰ ῥυπαρὰ καθαίρει ἕλκη· σμήχει δὲ καὶ ὀδόντας καὶ οὖλα. Diosc. III 4 (8, 3 sq.). Plin. l. s.
κολλητικὴ καὶ ἀφλέγμαντος, αἱμορραγίας τε ἐφεκτικὴ καὶ τῆς ἐκ μήτρας ἐν προσθέτῳ, καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ἐστιν ἐγκάθισμα ῥοικαῖς, πίνεται καὶ πρὸς δυσεντερίαν. ὅλη δὲ κοπεῖσα μετὰ ἀξουγγίας παλαιᾶς τὰ παλαιὰ τῶν ἑλκῶν καὶ δυσαπούλωτα θεραπεύει, ξηρὰ δὲ κοπεῖσα καὶ μέλιτι μιγεῖσά ἐστιν ἀνακαθαρτική.
Diosc. IV 36 (196, 6).
καὶ καταπλασσομένη ὀφθαλμῶν φλεγμονὰς αἴρει, ὁμοίως καὶ 1 τὰς οὐλὰς ἀποσμήχει. τὰ δὲ φύλλα καὶ οἱ καυλοὶ συνεψηθέντα πτισάνῃ καὶ ἐσθιόμενα γάλα κατασπᾷ, ἐν προσθέτῳ δὲ ἔμμηνα ἄγει, καταπλασθέντα δὲ λέπρας ἀφίστησιν. Diosc. II 176 (244, 11 sq.). Plin. n. h. 21, 164.
βρωθεῖσα καὶ ἐρπετοδήκτοις δίδοται ὠφελίμως πλῆθος τριῶν· καταπλάσσειν δὲ δεῖ τὰ δήγματα ὅλῃ τῇ βοτάνῃ σὺν οἴνῳ. θεραπεύει καὶ τὰ ῥυπαρὰ καὶ νεμόμενα ἕλκη, ποιεῖ καὶ πρὸς μαστῶν καὶ διδύμων φλεγμονὰς καὶ φύματα καὶ δοθιῆνας συγκαθεψομένη τρυγὶ οἴνου ἡ ῥίζα, πρὸς δὲ τὰς προσφάτους
φλεγμονὰς μετ᾿ ἀλφίτου. ὁ δὲ χυλὸς τῆς ῥίζης προσλαβὼν οἴνου παλαιοῦ τι γλυκέος καὶ σμύρνης καὶ κρόκου συνεψηθέντων ἐπὶ ταὐτὸ ἔγχριστον γίγνεται ὀφθαλμῶν καὶ πρὸς ὦτα πυορροοῦντα σὺν λιβάνῳ καὶ μέλιτι. Diosc. II 169 (235, 4).
Diosc. I 10 (15, 6).
δὲ αὐτῇ καὶ εἰς τὰς Δημοκρίτου δυνάμεις. Diosc. II 178 (247, 6).
ἀπύρου ξηρὰ κοπεῖσα καὶ σησθεῖσα, ἐν βαλανείῳ τοὺς χρωμένους θεραπεύει προξηροτριβηθέντας· ποιεῖ καὶ πρὸς ψώραν 1).
ποιεῖ πρὸς λυσσοδήκτους, βρογχοκηλικούς, ὑποθυμιωμένη δὲ φυγαδεύει θηρία.
Fragmenta. Crateuas. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.