(95)
περίαπτα δὲ πρὸς τὸ μὴ συλλαμβάνειν ὡς συνεργήσοντα ἱστόρηται· γυναικὸς αἷμα ἐκ τῶν καταμηνίων ξηρὸν ἐνδεθὲν ἡμιονείῳ ἢ ἐλαφείῳ δέρματι καὶ περιαφθέν, ἢ ὑπερβαινέτω ἀποτεθὲν εἰς γῆν πρὸ τοῦ συγγενέσθαι· ἄσπληνος βοτάνη καθ’ ἑαυτὴν καὶ σὺν ἡμιόνου ὁπλῇ περιαπτομένη — δεῖ δὲ ὀρύσσειν αὐτὴν ἀσελήνου νυκτός —, μυρίκης ξύλον καὲν καὶ σβεσθὲν 〈ἐν〉 ἰδίοις καταμηνίοις περιαπτόμενον βραχίονι.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.