(78)
ἀταράχως δὲ τὰ ὑπομένοντα ἐπισπᾶται· κυκλαμίνου ῥίζα σὺν μέλιτι καὶ ὁ χυλός· φασὶ δέ τινες ὅτι, κἂν ὑπερβῇ τὴν ῥίζαν τῆς κυκλαμίνου γυνὴ ἔγκυος, ἐκτιτρώσκει. ὁμοίως καὶ τὴν καλουμένην πόαν ὄνοσμα ἱστοροῦσιν ὅτι γυνή, ἐὰν ὑπερβῇ ἔγκυος ἢ γεύσηται, ἐκτιτρώσκει· σάμψουχος, λινόζωστις σὺν μέλιτι, πήγανον σὺν σμύρνῃ καὶ ᾠῷ, κράμβης χυλὸς μετὰ αἰρίνου ἀλεύρου, κονύζης χυλός, ὀποπάναξ καὶ ἡ ῥίζα ὡς κολλούριον, σιδηρίτιδος τῆς Ἡρακλείας τὰ φύλλα, σκόρδιον, στύραξ.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.