(76)
μᾶλλον δὲ ἄγει πινόμενα ὁμοίως ἀγαρικόν, ἄγνου σπέρμα μετὰ γλήχωνος ἢ πεπέρεως, ἀδίαντον, νάρδος ἀγρία, ἀριστολοχείας ῥίζα σὺν σμυρνίῳ, λελίσφακος, σφονδυλίου ῥίζα καὶ σπέρμα, λιβανωτίδος ῥίζα, σεσέλεως ῥίζα καὶ ὁ καρπός, τραγοριγάνου ἀφέψημα, ἱππομαράθου σπέρμα καὶ ῥίζα, κνίδης τῶν φύλλων ἀφέψημα μετὰ σμύρνης, δαμασωνίου ῥίζα, ἄμωμον, ἀνθεμίδος ῥίζα καὶ τὰ φύλλα·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.