(71)
προστίθεται δὲ πρὸς τὰς φλεγμονὰς καὶ τὰ ἀλγήματα· ἄγνου σπέρμα λεῖον, ἀλθαίας ῥίζα ἑφθὴ ἐν μελικράτῳ μαλαχθεῖσα σὺν στέατι χοιρείῳ νεαρῷ καὶ τερμινθίνῃ, ἀνθυλλίου ῥίζα λεία σὺν ῥοδίνῳ, ἀρνογλώσσου χυλὸς ἐν ἐρίῳ, σόγχου χυλὸς ὁμοίως, Ἀσκληπιάδος χυλὸς ἢ τὰ φύλλα προστιθέμενα, βούτυρον ὁμοίως·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.