(67)
τὰς δὲ στρογγύλας ἕλμεις ἄγει ἔλαιον ποθέν, ἢ κίκινον μετὰ ὕδατος πινόμενον· θέρμοι πικροὶ ἐσθιόμενοι, καὶ τὸ ἐξ αὐτῶν ἄλευρον ὠμὸν μετὰ μέλιτος ἐκλειχόμενον, καὶ μετ’ ὄξους δὲ ποθὲν συντόμως ἐκτινάσσει 〈ἢ〉 ὡς ἄλφιτον ἐπιπασθέν· πίνεται δὲ 〈καὶ〉 τὸ ἀφέψημα αὐτῶν μετὰ πηγάνου καὶ πεπέρεως· νᾶπυ μετὰ θύμβρας ἢ ἡδυόσμου, καλαμίνθη σὺν ἁλσὶν καὶ μέλιτι ἑφθὴ καὶ ὠμὴ ἐσθιομένη·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.