(58)
ἡπατικοὺς δὲ χνονίους ὠφελεῖ πινόμενα μεθ’ ὑδρομέλιτος· ἀγαρικοῦ ὀβολοὶ δύο καθ’ ἡμέραν, ἀδιάντου ἀφέψημα, ἀκόρου ἀπόζεμα, χαμαιπίτυος ὁμοίως· σφονδυλίου ῥίζα σὺν οἴνῳ πινομένη, ἐπιπακτίδος τῆς ἐλλεβορίνης καλουμένης ἀπόζεμα, ἄμωμον, κασσία, ἀμύγδαλα πικρὰ σὺν ἐλελισφάκῳ καὶ μελικράτῳ, ἀναγαλλίδος χυλός, ἀνθεμίδος ῥίζα καὶ ἄνθη πινόμενα, ἄσαρον σὺν ὕδατι, Γεντιανῆς ῥίζης 〈· α′ σὺν ὕδατι, ἀριστολοχείας ῥίζης ὁμοίως·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.