(56)
ἰκτεριῶντας δὲ ποτίζειν ἀδιάντου ἀπόζεμα ἐν οἴνῳ, ἀγχούσης ῥίζης 〈· α′ μετ’ οἴνου, ἀνδραφάξεως, ὑπερικοῦ Γο γ′ σὺν μέλιτι καὶ οἴνῳ, πράσιον μετ’ οἴνου, πέπλιον· ποιεῖ 〈καὶ〉 σφονδυλίου ῥίζα καὶ τὸ σπέρμα μετ’ οἴνου, ἐρυθροδάνου ῥίζης 〈· α′ μετ’ οἴνου, ἀλόης 〈· α′ σὺν ὕδατι, ἀνθεμίδος ῥίζα καὶ τὰ ἄνθη μετ’ οἴνου, σπύραθοι αἰγῶν καὶ μάλιστα ἀγρίων μετ’ οἴνου καθ’ ἑαυτὰς καὶ σὺν ἀρώμασιν, ἱερᾶς βοτάνης τῶν φύλλων 〈· α′ μετὰ λιβανωτοῦ 〈· ς′ καὶ οἴνου παλαιοῦ 〈θερμοῦ〉 κο′ α′ νήστει ἐπὶ ἡμέρας δ′ ἢ ϙ′·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.