(50)
καταπλάσσεται δὲ πρὸς κοιλιακοὺς καὶ δυσεντερικοὺς ὠφελίμως ἀγριελαίας ἄνθος σὺν ὠμῇ λύσει χλιερᾷ, βάτου φύλλα σὺν μήλῳ Κυδωνίῳ καὶ κηρωτῇ, μυρσίνης φύλλα λεῖα σὺν οἴνῳ καὶ ὀμφακίνῳ ἐλαίῳ γλοιώδη γενόμενα καὶ ἐν ἐρίῳ ἐπιτιθέμενα, κρίθινον ἄλευρον σὺν οἴνῳ καὶ βάτῳ ἢ ἀχράσιν ἢ σιδίοις ἢ Κυδωνίων ἄνθεσιν, καὶ σὺν κηρωτῇ δὲ τὰ τῶν Κυδωνίων ἄνθη·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.