(40)
πρὸς δὲ τοὺς στροφουμένους χρονίως ἁρμόζει πινόμενα· ἀγαρικοῦ % μετὰ ὕδατος θερμοῦ, ἀγρώστεως τῆς ἐν Παρνασσῷ τῆς ῥίζης ἀφέψημα καὶ αὐτὴ ἡ ῥίζα ξηρὰ ἐν οἴνῳ ἢ μελικράτῳ, γλυκυσίδης ῥίζα σὺν οἴνῳ ἢ μελικράτῳ, χαμαιπίτυος ἀπόζεμα, χελιδόνιον σὺν οἴνῳ, λιβανωτίδος σπέρμα σὺν οἴνῳ, σεσέλεως καρπὸς καὶ 〈ἡ〉 ῥίζα σὺν οἴνῳ [καὶ διαμασωμένη]·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.