(38)
φθισικοῖς δὲ ἁρμόζει ποτά· ἀγαρικοῦ ὀβολοὶ δύο μετὰ γλυκέος, ἀκάνθου τοῦ παιδέρωτος ῥίζαι μετὰ μελικράτου, ἀρνογλώσσου χυλὸς καὶ ἡ πόα ἐσθιομένη ἑφθή, ἀρκίου ῥίζης 〈· α′ μετὰ ὕδατος καὶ στροβίλων μ′ πινομένη, γάλα γυναικεῖον θηλαζόμενον ἢ αἴγειον ἢ προβάτειον ἢ βόειον πινόμενον, δαφνίδες λεῖαι σὺν μέλιτι ἐκλειχόμεναι·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.