(25)
μειγνύμενα δὲ κόπους ὠφελεῖ· ἅλες, νίτρον, ὀνοβρυχίς, σισύμβριον, χαμαιλέων, Ἀμμωνιακόν, πράσιον, ὀρίγανον, καππάρεως ῥίζα, σικύου ἀγρίου ῥίζα, τέφρα κληματίνη, ὄστρακον ἀπὸ ἴπνου, ἀριστολοχεία σὺν πάλῃ, ὀποβάλσαμον, χαλκὸς κεκαυμένος, λεπὶς χαλκοῦ καὶ τὰ δριμέα ἀρώματα· βολβοὶ λεῖοι καταχριόμενοι σὺν πεπέρει καὶ Ἀμμωνιακῷ ἢ κηρωτῇ ὑγρᾷ κυπρίνῃ· Κομανικὸς λίθος εἰς ἔλαιον ἀποτριβόμενος καὶ συγχριόμενος.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.