(21)
τεταρταικοὺς δὲ ὠφελοῦσιν ἀρνογλώσσου ῥίζαι 〈δ′ λεῖαι〉 ἐν οἴνῳ πινόμεναι· ἱερᾶς βοτάνης 〈τὸ〉 τέταρτον γόνυ ἀπὸ τῆς γῆς ἀφαιρεθὲν καὶ τριβὲν λεῖον σὺν οἴνῳ καὶ δοθέν· ἀσφάλτου 〈· α′ μετὰ καστορίου ὀβολοῦ, γλυκυρρίζης 〈· β′ μεθ’ ὕδατος κο′ α′· ἡλιοτροπίου τοῦ μεγάλου κόκκοι δ′ σὺν οἴνῳ, κόρεις οἱ ἐκ τῆς κλίνης δ′ ἐντεθέντες εἰς τὰ τῶν κυάμων βρώματα καὶ καταποθέντες·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.