(163)
ψιμυθίου δὲ ποθέντος ἔλαιον, μελίκρατον, σύκων ἀφέψημα σὺν ἐλαίῳ θερμῷ, γάλα· ἐμείτω δὲ αὐτό. ὄλυνθοι σὺν ὄξει, μολόχης ἀφέψημα σὺν ταῖς ῥίζαις, ἀμαράκινον, ἴρινον. σήσαμον λεῖον μετ’ οἴνου, κονία κληματίνη, περσέων ὀστᾶ σὺν ἐλαίῳ 〈ἢ〉 κριθῶν ἀφεψήματι, κόμμι κοκκυμήλων, πτελέας τὸ ἐν τοῖς θυλακίοις ὑγρόν. χρῆσθαι δὲ 〈δεῖ〉 μετὰ τοὺς ἐμέτους καὶ θαψίας χυλῷ ἢ σκαμμωνίας.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.