(155)
σαλαμάνδρας δὲ ποθείσης βοηθεῖ γάλα γλυκὺ σὺν ὕδατι, ῥητίνη σὺν μέλιτι, χαμαίπιτυς συνεψηθεῖσα στροβίλοις σὺν ὕδατι· κνίδης σπέρμα ἢ φύλλα σὺν κριθίνῳ ἀλεύρῳ καὶ ἐλαίῳ ἑψήσας δίδου· χαλβάνη καὶ χελώνης θαλασσίας ᾠὰ συνεψηθέντα καλῶς καὶ λαμβανόμενα, βάτραχοι μετὰ ῥίζης ἠρυγγίου ἑψηθέντες καὶ λαμβανόμενοι.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.