(152)
κανθαρίδων δὲ ποθεισῶν βοηθεῖ ἔλαιον σὺν ὕδατι καὶ ἴρινον καὶ ῥόδινον, γάλα. φασὶν δέ τινες, ὅτι τὰ πτερὰ καὶ οἱ πόδες τῶν κανθαρίδων πινόμενα ἐν γλυκεῖ ἀντιφάρμακόν ἐστιν. ποιεῖ καὶ μήλινον ἔλαιον, πήγανον μετὰ ἰρίνου καὶ τὸ σπέρμα αὐτοῦ, ἐλάφου ἐκ τῆς πιμελῆς ζωμὸς λαμβανόμενος, γλήχων σὺν ὕδατι, λινόσπερμον συγκαθεψήσας αἰγὸς πιμελῇ ἢ προβάτου ἢ χηνὸς σαρκὶ ἐσθιέτωσαν. ἔγκλυζε δὲ γάλα, καὶ ἀμπέλου καυλοὺς τρίψας σὺν γλυκεῖ δίδου· σκορπιοειδὲς σὺν μέλιτι, Σαμίας 〈γῆς〉 〈· δ′ μετὰ σιραίου.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.