(148)
ἐφημέρου δὲ ποθέντος, ὃ καὶ Κολχικὸν καλοῦσιν, ὠφελεῖ καστανίων τὸ ἐντὸς λεῖον σὺν οἴνῳ, πολυποδίου τὸ ἀπόζεμα, ὀρίγανον σὺν κονίᾳ καὶ γλυκεῖ, δρυὸς ἢ φηγοῦ ἢ πρίνου φύλλα λειώσας δίδου σὺν γάλακτι, πολυγόνου χυλὸν καὶ ῥίζαν σὺν γάλακτι, ἀμπέλου ἢ βάτου χυλὸν ἢ καυλοὺς λείους σὺν ὕδατι, ἢ νάρθηκος ἐντεριώνην μετ’ οἴνου, ἢ ἕρπυλλον μετ’ οἴνου, ἢ μύρτων καρπόν, ἢ ῥοᾶς λέπη ἀποβρέξας ἐν οἴνῳ· γάλα βόειον βοηθεῖ, ὥστε ἂν παραχρῆμά τις λάβῃ τὸ γάλα, ἄλλου βοηθήματος οὐ χρῄζει.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.