(132)
ἐνδέματα καὶ ἀντιπαθῆ ἱστορεῖται ὠφελεῖν πρὸς σκορπιοπλήκτους· ἡλιοτροπίου τοῦ μεγάλου τοῦ σκορπιούρου 〈καλοθμένου〉 ἡ ῥίζα περιαπτομένη. νεκροῖ δὲ σκορπίον ἀκόνιτον προσαχθέν — διεγείρει δὲ ἐλλέβορος λευκός , ἀκάνθης λευκῆς σπέρμα περιαπτόμενον. θηρία 〈δὲ〉 διώκει λίθος ὀφίτης περιαπτόμενος· ἀπόνους ποιεῖ μυελὸς ἐλάφειος περιχριόμενος, ὀξαλίδος ῥίζα προστεθεῖσα, φιλεταιρίου ῥίζα περιαοθεῖσα ὑπό σκορπίου κωλύει ὅλως τι πάσχειν.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.